ἆρʼ οὖν οὖν ] οὐκ ἂν ( οὖν )? ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὐτοὺς Ῥωμαίους, ὡς, τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; Ἀρετῆς μέν γε γε ] γάρ ? παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον· καὶ τὸ τῆς Μέντις καλουμένης ( Γνώμης ἂν νομίζοιτο) νομίζοιτο ] ὀνομάζοιτο ? Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη ἢ δη ] ἢδη γὰρ ? τότε λόγων καὶ σοφισμάτων σοφισμάτων ] R ex p. 322 d: σοφιστῶν καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ σωφροσύνης ἢ καρτερίας ἢ μεγαλοψυχίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ ὁ Νομᾶ R: ὄνομα θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, παρωνόμασεν ] παρωνόμασαν M ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς γυναικείας Τύχης κατεσκευάσαντο, ὅτε ὅτε W: πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριολᾶνον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπετρέψαντο ἄπετρεψ́ψαντο ] ἀπέστρεψαν p. 322 e. ἀπετρίψαντο R. ἀπεστρέψαντο Bruhnius διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν ὁσίως ὁσίως ] ὁσίῳ ? cf. Vit. Cor. c. 37 με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτʼ εὐβουλίας οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη ἕδη R: ἐκεῖ παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ Καιδικίῳ *: καιδεκίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. καὶ μὴν καὶ Φούριος Κάμιλλος - - - προσδέχεσθαι ] transponit ante τὸ δὲ τῆς γυναικείας Τύχης (p. 389 lin. 22) Bruhnius τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν φόρτιν R: ἣν φόρτικαν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.