<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent">ἆρʼ οὖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign>] <foreign xml:lang="grc">οὐκ ἂν</foreign> (<foreign xml:lang="grc">οὖν</foreign>)?</note> ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὐτοὺς Ῥωμαίους, 
<milestone n="5" unit="tlnum"/> ὡς, τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; Ἀρετῆς μέν γε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γε</foreign>] <foreign xml:lang="grc">γάρ</foreign>?</note> παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος 
<milestone n="318e" unit="stephpage" xml:id="stephpage-318e"/> τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον· καὶ τὸ τῆς Μέντις καλουμένης (<term>Γνώμης</term> ἂν 
<milestone n="10" unit="tlnum"/> νομίζοιτο) <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίζοιτο</foreign>] <foreign xml:lang="grc">ὀνομάζοιτο</foreign>?</note> Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ δη</foreign>] <foreign xml:lang="grc">ἢδη γὰρ</foreign>?</note> τότε λόγων καὶ σοφισμάτων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σοφισμάτων</foreign>] R ex p. 322 d: <foreign xml:lang="grc">σοφιστῶν</foreign></note> καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ σωφροσύνης ἢ καρτερίας ἢ 
<milestone n="15" unit="tlnum"/> μεγαλοψυχίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ 
<milestone n="318f" unit="stephpage" xml:id="stephpage-318f"/>Νομᾶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ Νομᾶ</foreign> R: <foreign xml:lang="grc">ὄνομα</foreign> </note> θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς 
<milestone n="20" unit="tlnum"/> γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρωνόμασεν</foreign>] <foreign xml:lang="grc">παρωνόμασαν</foreign> M</note> ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς γυναικείας Τύχης κατεσκευάσαντο, ὅτε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτε</foreign> W: <foreign xml:lang="grc">πρὸ Καμίλλου ὅτε</foreign> </note> Μάρκιον Κοριολᾶνον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπετρέψαντο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄπετρεψ́ψαντο</foreign>] <foreign xml:lang="grc">ἀπέστρεψαν</foreign> p. 322 e. <foreign xml:lang="grc">ἀπετρίψαντο</foreign> R. <foreign xml:lang="grc">ἀπεστρέψαντο</foreign> Bruhnius</note> διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ <pb xml:id="v.2.p.390"/> αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων 
<milestone n="319a" unit="stephpage" xml:id="stephpage-319a"/> ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα 
<milestone n="5" unit="tlnum"/> τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν <q>ὁσίως <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁσίως</foreign>] <foreign xml:lang="grc">ὁσίῳ</foreign>? cf. Vit. Cor. c. 37</note> με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε</q> καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτʼ εὐβουλίας 
<milestone n="10" unit="tlnum"/> οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕδη</foreign> R: <foreign xml:lang="grc">ἐκεῖ</foreign> </note> παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Καιδικίῳ</foreign> *: <foreign xml:lang="grc">καιδεκίῳ</foreign> </note> βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ μὴν καὶ Φούριος Κάμιλλος - - - προσδέχεσθαι</foreign>] transponit ante <foreign xml:lang="grc">τὸ δὲ τῆς γυναικείας Τύχης</foreign> (p. 389 lin. 22) Bruhnius</note> τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην <q>φόρτιν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φόρτιν</foreign> R: <foreign xml:lang="grc">ἣν φόρτικαν</foreign> </note> </q> 
<milestone n="15" unit="tlnum"/> 
<milestone n="319b" unit="stephpage" xml:id="stephpage-319b"/> καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς 
<milestone n="20" unit="tlnum"/> ἐμαρτύρησε. </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent">περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ δὲ Γαϊου Καίσαρος - ἐμαρτύρησεν</foreign>] delet Bruhnius</note> ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήρθη πρὸ μιᾶς ἡμέρας νοννῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νοννῶν</foreign> *: <foreign xml:lang="grc">νόννων</foreign> </note> Ἰανουαρίων, <pb xml:id="v.2.p.391"/> χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης· εὑρὼν 
<milestone n="319c" unit="stephpage" xml:id="stephpage-319c"/> δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δʼ ἐν θαλάσσῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον 
<milestone n="5" unit="tlnum"/> αὐτὸς ὀλιγοστὸς ὤν, τῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυνούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ ποταμοῦ</foreign>] seclusit Duebnerus, sed cf. Appian. 2, 56. 57</note> γενομένης 
<milestone n="10" unit="tlnum"/> ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς τὸ ἱμάτιον, καὶ ἀναδείξας ἑαυτὸν <q>ἴθι</q> ἔφη <q>γενναῖε, τόλμα καὶ δέδιθι μηδέν, ἀλλʼ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα 
<milestone n="15" unit="tlnum"/> φέρεις καὶ τὴν Καίσαρος Τύχην</q> οὕτως ἐπέπειστο 
<milestone n="319d" unit="stephpage" xml:id="stephpage-319d"/> τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν· ᾗ ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάσσῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις· τὸ δὲ 
<milestone n="20" unit="tlnum"/> τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ. </p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent">τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστός, ἄρξας δὲ τέσσαρα καὶ πεντήκοντα 
<milestone n="25" unit="tlnum"/> ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι 
<milestone n="319e" unit="stephpage" xml:id="stephpage-319e"/> τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ <pb xml:id="v.2.p.392"/> τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάσσᾳ καὶ Ἱρτίῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰρτίῳ</foreign> * hic et infra: <foreign xml:lang="grc">ἰρτίῳ</foreign> </note> καὶ Μάρκῳ Ἀντωνίῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μάρκῳ Αντωνίῳ</foreign> Basileensis: <foreign xml:lang="grc">ἀντωνίῳ καὶ μάρκῳ</foreign>. Vid. Praefatio p. XXXIX</note>, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις 
<milestone n="5" unit="tlnum"/> καὶ στόλοις καὶ πολέμοις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πολέμοις</foreign>] om. mei codd.</note> καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάσσας 
<milestone n="319f" unit="stephpage" xml:id="stephpage-319f"/> ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ 
<milestone n="10" unit="tlnum"/> γὰρ καὶ Κλεοπάτραν αὐτὴν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὴν</foreign> *: <foreign xml:lang="grc">τὴν</foreign> </note> τύχην Καίσαρος τίθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος Καῖσαρ. λέγεται δέ, πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης, πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ 
<milestone n="15" unit="tlnum"/> νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον 
<milestone n="320a" unit="stephpage" xml:id="stephpage-320a"/> πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, <q>ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; 
<milestone n="20" unit="tlnum"/> φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν. </q> 
<milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>