<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><p rend="indent">τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ <pb xml:id="v.2.p.387"/> τὸ φρόνημα καὶ μεγάλαυχον ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθεῖσα</foreign><foreign xml:lang="grc">κααθεῖσα</foreign> Abreschius</note> περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, 
<milestone n="5" unit="tlnum"/> εἶτʼ ἄπεισιν ἀηδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν 
<milestone n="317f" unit="stephpage" xml:id="stephpage-317f"/>Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας 
<milestone n="10" unit="tlnum"/> καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου 
<milestone n="318a" unit="stephpage" xml:id="stephpage-318a"/> καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν 
<milestone n="15" unit="tlnum"/> ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. <q>οὐ μὲν γὰρ ἀπειθὴς</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν γὰρ ἀπειθὴς</foreign> R: <foreign xml:lang="grc">μεγαπενθης</foreign>. cf. Bergk. 1 p. 382</note> κατὰ Πίνδαρον <q>οὐδὲ δίδυμον στρέφουσα πηδάλιον</q> ἀλλὰ 
<milestone n="20" unit="tlnum"/> μᾶλλον <q>εὐνομίας καὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐνομίας τε καὶ</foreign> Bergk.</note> Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀδελφὰ καὶ Προμαθείας</foreign> Schneidewinus: <foreign xml:lang="grc">ἀδελφὴ καὶ προμηθείας</foreign> </note> θυγάτηρ</q> ὡς γενεαλογεῖ Ἀλκμάν. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλκμάν</foreign>] Bergk. 3 p. 58</note> τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει 
<milestone n="318b" unit="stephpage" xml:id="stephpage-318b"/> πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα 
<milestone n="25" unit="tlnum"/> καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ <pb xml:id="v.2.p.388"/> δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Νομᾶς</foreign> * hic et infra: <foreign xml:lang="grc">νουμᾶς</foreign> </note> ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ταρκυνίων</foreign> *: <foreign xml:lang="grc">Ταρκυϊνίων</foreign> </note> οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος 
<milestone n="5" unit="tlnum"/>Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικὸς γέρων, ὑπὸ τεσσάρων παίδων 
<milestone n="318c" unit="stephpage" xml:id="stephpage-318c"/> ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βαλεαρικοῦ</foreign> Basileensis: <foreign xml:lang="grc">Βαναρίκου</foreign> </note> καὶ 
<milestone n="10" unit="tlnum"/>Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ 
<milestone n="15" unit="tlnum"/> αὐτῆς, προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων, ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς 
<milestone n="20" unit="tlnum"/> οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλέους</foreign>] OR 1090</note> 
<milestone n="318d" unit="stephpage" xml:id="stephpage-318d"/> <quote rend="blockquote"> ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. </quote> καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε <q>Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. </q> 
<milestone n="25" unit="tlnum"/> καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ</foreign> R: <foreign xml:lang="grc">καὶ τὰ</foreign> </note> τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται, <pb xml:id="v.2.p.389"/> καὶ εἰκότως· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ εἰκότως</foreign>] <foreign xml:lang="grc">εἰκότως</foreign> Cobetus</note> <q>πλεῖστον γὰρ Ἀφροδίτης</q> οὐ <q>νύξ</q> κατὰ Μένανδρον, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μένανδρον</foreign>] Meinek. 4 p. 278</note> ἀλλὰ τύχη μετέσχηκεν. </p></div></div></body></text></TEI>