τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχον ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα καθεῖσα κααθεῖσα Abreschius περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτʼ ἄπεισιν ἀηδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρ ἀπειθὴς μὲν γὰρ ἀπειθὴς R: μεγαπενθης . cf. Bergk. 1 p. 382 κατὰ Πίνδαρον οὐδὲ δίδυμον στρέφουσα πηδάλιον ἀλλὰ μᾶλλον εὐνομίας καὶ Εὐνομίας τε καὶ Bergk. Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας ἀδελφὰ καὶ Προμαθείας Schneidewinus: ἀδελφὴ καὶ προμηθείας θυγάτηρ ὡς γενεαλογεῖ Ἀλκμάν. Ἀλκμάν ] Bergk. 3 p. 58 τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς Νομᾶς * hic et infra: νουμᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, Ταρκυνίων *: Ταρκυϊνίων οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικὸς γέρων, ὑπὸ τεσσάρων παίδων ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ Βαλεαρικοῦ Basileensis: Βαναρίκου καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ αὐτῆς, προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων, ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους Σοφοκλέους ] OR 1090 ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ κατὰ R: καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται, καὶ εἰκότως· καὶ εἰκότως ] εἰκότως Cobetus πλεῖστον γὰρ Ἀφροδίτης οὐ νύξ κατὰ Μένανδρον, Μένανδρον ] Meinek. 4 p. 278 ἀλλὰ τύχη μετέσχηκεν.