νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος τοῦ προβλήματος ] fort. πρὸ τοῦ (aut πρό του ) βήματος , ut cum βαδιζούσας iungatur ὥσπερ ἀπὸ σκοπῆς σκοπιῆς Duebnerus Homeri Δ 275. δ 524 memor; sed cf. Vit. Tit. c. 5 καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, ἐπανθεῖ ἐπανθεῖ Cobetus: παρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, Hom. λ 41 ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Μούκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος Μούκιοι (aut Λούκιοι ) καὶ ] Κούριοι καὶ W ἐκεῖ Σκευόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος Ὡράτιος Μάρκος Ωράτιος Basileensis: πάκιος καὶ μάρκος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι; τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, βριθὺς βριθὺς ] Bergk. 2 p. 242 ὁπλιτοπάλας δάιος ἀντιπάλοις.