ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάσασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων Πλάτων ] Tim. p. 28 b. 32 b φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν· αἱ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμίξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν ἀνησιδώραν Iunius: ὀνησιδώραν καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης ὥς φησι Δημόκριτος. Δημόκριτος ] Mullach. 1 p. 359 ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι κόσμον οὐδʼ ἐθέλειν οὐδ’ ἐθέλειν *: οὐδὲ θέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων φερομένων Madvigius: φερομένων καὶ διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἁδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν αὑτῇ et αὑτὴν *: αὐτῇ et αὐτὴν παρασχεῖν· οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ ἦν ἡ Madvigius: ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἄπταιστον περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι.