ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάσασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων Πλάτων ] Tim. p. 28 b. 32 b φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν· αἱ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμίξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν ἀνησιδώραν Iunius: ὀνησιδώραν καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης ὥς φησι Δημόκριτος. Δημόκριτος ] Mullach. 1 p. 359 ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι κόσμον οὐδʼ ἐθέλειν οὐδ’ ἐθέλειν *: οὐδὲ θέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων φερομένων Madvigius: φερομένων καὶ διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἁδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν αὑτῇ et αὑτὴν *: αὐτῇ et αὐτὴν παρασχεῖν· οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ ἦν ἡ Madvigius: ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἄπταιστον περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος τοῦ προβλήματος ] fort. πρὸ τοῦ (aut πρό του ) βήματος , ut cum βαδιζούσας iungatur ὥσπερ ἀπὸ σκοπῆς σκοπιῆς Duebnerus Homeri Δ 275. δ 524 memor; sed cf. Vit. Tit. c. 5 καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, ἐπανθεῖ ἐπανθεῖ Cobetus: παρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, Hom. λ 41 ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Μούκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος Μούκιοι (aut Λούκιοι ) καὶ ] Κούριοι καὶ W ἐκεῖ Σκευόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος Ὡράτιος Μάρκος Ωράτιος Basileensis: πάκιος καὶ μάρκος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι; τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, βριθὺς βριθὺς ] Bergk. 2 p. 242 ὁπλιτοπάλας δάιος ἀντιπάλοις. τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχον ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα καθεῖσα κααθεῖσα Abreschius περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτʼ ἄπεισιν ἀηδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρ ἀπειθὴς μὲν γὰρ ἀπειθὴς R: μεγαπενθης . cf. Bergk. 1 p. 382 κατὰ Πίνδαρον οὐδὲ δίδυμον στρέφουσα πηδάλιον ἀλλὰ μᾶλλον εὐνομίας καὶ Εὐνομίας τε καὶ Bergk. Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας ἀδελφὰ καὶ Προμαθείας Schneidewinus: ἀδελφὴ καὶ προμηθείας θυγάτηρ ὡς γενεαλογεῖ Ἀλκμάν. Ἀλκμάν ] Bergk. 3 p. 58 τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς Νομᾶς * hic et infra: νουμᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, Ταρκυνίων *: Ταρκυϊνίων οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικὸς γέρων, ὑπὸ τεσσάρων παίδων ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ Βαλεαρικοῦ Basileensis: Βαναρίκου καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ αὐτῆς, προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων, ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους Σοφοκλέους ] OR 1090 ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ κατὰ R: καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται, καὶ εἰκότως· καὶ εἰκότως ] εἰκότως Cobetus πλεῖστον γὰρ Ἀφροδίτης οὐ νύξ κατὰ Μένανδρον, Μένανδρον ] Meinek. 4 p. 278 ἀλλὰ τύχη μετέσχηκεν.