ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα πράγματα ] γράμματα R. cf. Liv. 6, 1 διαφθαρῆναι τῶν Ῥωμαίων καὶ συγχυθῆναι διαφθαρῆναι - συγχυθῆναι ] συγχυθῆναι - διαφθαρῆναι Abreschius τοὺς ὑπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν. ἐγὼ δὲ τίθεμαι τίθεμαι ] τύχην τίθεμαι ? καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν Ἰταλίαν, ὡς πρόφασις ὡς πρόφασις ] fort. ὡς cum V 4 deleto cetera corrigenda sunt ita: πρόφασις μὲν γὰρ ἧν αὐτῷ κέ μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ ἐπὶ Madvigius: ὁ ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην· ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι διακρινέεσθαι ὀίω Hom. ς 148 οἴω, συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις ἅπαντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων Hom. ι 49 ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.