<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent">ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ 
<milestone n="20" unit="tlnum"/> ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον μεταγάγωμεν. οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν <q>αἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου</q> ὥς φησι Τιμόθεος, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τιμόθεος</foreign>] Bergk. 3 p. 622</note> 
<milestone n="25" unit="tlnum"/> 
<milestone n="323f" unit="stephpage" xml:id="stephpage-323f"/> τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν ἀνθρώπων οὐδʼ ὁρμαῖς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁρμαῖς</foreign>] <foreign xml:lang="grc">γνώμαις</foreign> W</note> <pb xml:id="v.2.p.402"/> προχωροῦσαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προχωροῦσαν</foreign> R: <foreign xml:lang="grc">προσχωροῦσαν</foreign> </note> ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης ἐπιταχυνομένην, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιταχυνομένην</foreign> idem: <foreign xml:lang="grc">ἐπιταχυνομέηνς</foreign> </note> ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα 
<milestone n="5" unit="tlnum"/> τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις προσοριζομέναις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσοριζομέναις</foreign> Emperius: <foreign xml:lang="grc">προσορμιζομέναις</foreign> </note> τῷ μεγέθει τῆς ἡγεμονίας. 
<milestone n="10" unit="tlnum"/> μιᾷ μάχῃ Φίλιππος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φίλιππος - Μακεδονίαν</foreign> Basileensis: <foreign xml:lang="grc">φίλιππον - μακεδονία</foreign> </note> ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ παρεχώρησεν Ἀντίοχος Ἀσίας, ἅπαξ Καρχηδόνιοι 
<milestone n="324a" unit="stephpage" xml:id="stephpage-324a"/> σφαλέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο Πόντον Εὔξεινον Συρίαν Ἀραβίαν Ἀλβανοὺς Ἴβηρας τὰ μέχρι Καυκάσου 
<milestone n="15" unit="tlnum"/> καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων τὴν οἰκουμένην Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνέκοψεν</foreign> R: <foreign xml:lang="grc">ἀπέκοψεν</foreign> </note> ἠιόνων, Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάσσης· τοὺς δʼ Ἀλβανῶν 
<milestone n="20" unit="tlnum"/> βασιλεῖς διωκομένους περὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign> R: <foreign xml:lang="grc">ἐπὶ</foreign> </note> τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας. ὁ 
<milestone n="324b" unit="stephpage" xml:id="stephpage-324b"/> δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ Μακεδόνων, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μακεδόνων</foreign> *: <foreign xml:lang="grc">μακεδών</foreign> </note> οὐδὲ 
<milestone n="25" unit="tlnum"/> χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ <pb xml:id="v.2.p.403"/> Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ Κολοφωνίων· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κολοφωνίων</foreign>] <foreign xml:lang="grc">Καρχηδονίων</foreign>?</note> ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, καὶ παραμείνας βέβαιος 
<milestone n="5" unit="tlnum"/> ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ καὶ ταῖς πολιτικαῖς ἔχθραις μηδενὸς οἴκοθεν ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε 
<milestone n="324c" unit="stephpage" xml:id="stephpage-324c"/> καὶ κατανάλωσε περὶ τὴν Ἰταλίαν. οὗτος τὸ Κίμβρων 
<milestone n="10" unit="tlnum"/> καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅπλων</foreign>] sanum est. cf. p. 408, 13</note> ὁμοῦ κατακλύσωσι τὴν Ἰταλίαν. 
<milestone n="15" unit="tlnum"/> διὰ τοῦτον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦτον</foreign> R: <foreign xml:lang="grc">τοῦτο</foreign> </note> Ἀντίοχος μὲν ἠσχολεῖτο, πολεμουμένου Φιλίππου, Φίλιππος δέ, κινδυνεύοντος Ἀντιόχου, προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ 
<milestone n="324d" unit="stephpage" xml:id="stephpage-324d"/>Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· Τιγράνην 
<milestone n="20" unit="tlnum"/> δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ ἀνέμιξεν ἑαυτὸν συναπολέσθαι. </p></div></div></body></text></TEI>