<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc4" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><p rend="indent">τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ <q>φερέπολιν</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φερέπολιν</foreign>] cf. Paus. IV 30, 6</note> τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ Πίνδαρον. Σέρβιος δὲ Τύλλιος</foreign> W: <foreign xml:lang="grc">κατὰ Πίνδαρον· ἔξεστι δ’ οὕτω θεωρεῖν. ἱερόν ἐστιν Ἀρετῆς ἐν Ῥώμῃ τιμώμενον, ὃ Οὐρτοῦτις αὐτοὶ καλοῦσιν, ἀλλ’ ὀψὲ καὶ μετὰ πολλοὺς χρόους ἱδρυθὲν ὑπὸ Μαρκέλλου τοῦ Συρακούσας ἑλοντος. ἔστι δὲ καὶ Γνώμης, ἢ νὴ Δία Εὐβουλίας βεώς, ἣν Μέντεμ καλοῦσιν, ἀλλὰ καὶ τοῦτο Σκαῦρος Αἰμιλιος περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονὼς καθείρωσεν, ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας Ἑλληνικῆς εἰς τὴν πόλιν παρεισρυείσης. σοφίας δὲ ἔτι καὶ ϝῦν ἱερὸν οὐκ ἒχουσιν οὐδὲ σωφροσύνης οὐδὲ καρτερίας οὐδὲ μεγαλοψυχίας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ πάμπολλα καὶ παλαιὰ καὶ λαμπρὰ τιμκὶς πᾶσιν ὡς ἕπος εἰπεῖν ἐνίδρυται καὶ καταμέμικται τοῖς ἐπιφανεστάτοις μέρεσι καὶ τόποις τῆς πο?λεως. καὶ τὸ μὲν τῆς ἀνδρείας Τυχης ἱερὸν ὑπὸ</foreign> (<foreign xml:lang="grc">ἀπο</foreign> codd.) <foreign xml:lang="grc"> Μαρκίου Ἀγκου τοῦ τετάρτου βασιλέως ἱδρυθὲν καὶ ὀνομασθὲν οὕτως, ὅτι πλεῖστον ἡ ἀνδρεία τύχης</foreign> (ita W: <foreign xml:lang="grc">πλεῖστον ἀνδρείας ἢ τύχης</foreign>) <foreign xml:lang="grc">εἰς τὸ νικᾶν μετέσχηκε· τὸ δὲ τῆς γυναικείας αὖθις ὑπὸ</foreign> (<foreign xml:lang="grc">ἀπο</foreign> codd.) <foreign xml:lang="grc">τῶν γυναικῶν, αἳ Μάρκιον Κοριολᾶνον ἀπέστρεψαν ἐπάγοντα τ͂ͅ Ῥωμῃ πολεμίους, καθοσιωθὲν οὐδεὶς ἀγνοεῖ. Σέρβιος δὲ Τύλλιος</foreign> </note> Σέρβιος <pb xml:id="v.2.p.399"/> δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος 
<milestone n="5" unit="tlnum"/> καὶ σωφροσύνης γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης· 
<milestone n="322f" unit="stephpage" xml:id="stephpage-322f"/> ὥστε καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος καταβαίνουσαν εἰς τὸ δωμάτιον, ὃ νῦν 
<milestone n="10" unit="tlnum"/>Φενεστέλλαν πύλην καλοῦσιν. ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Καπετωλίῳ</foreign> * hic et infra: <foreign xml:lang="grc">καπιτωλίῳ</foreign> </note> τὸ τῆς Πριμιγενείας λεγομένης, ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας 
<milestone n="15" unit="tlnum"/> ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης συμπροσισχόμενα. 
<milestone n="20" unit="tlnum"/> παρὰ δὲ τὴν Μουσκῶσαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μουσκώσαν</foreign> Basileensis: <foreign xml:lang="grc">μουσικώσαν</foreign> </note> καλουμένην 
<milestone n="323a" unit="stephpage" xml:id="stephpage-323a"/> κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰσκυλίαις</foreign> M: <foreign xml:lang="grc">αβισκύμαις</foreign> </note> ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ <pb xml:id="v.2.p.400"/> Τύχης βωμὸς εὐέλπιδος· <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐέλπιδος</foreign> X: <foreign xml:lang="grc">εὐέλπιδος ἢ ὡς ἐλπίδος</foreign> </note> ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιταλαρίου</foreign>] fort. <foreign xml:lang="grc">ἐπιταλασίου</foreign></note> βωμὸν ἄρρενος Τύχης ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, εἰδὼς ὅτι μεγάλη 
<milestone n="5" unit="tlnum"/> ῥοπὴ μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστά γʼ αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου καὶ πολεμίου γένους εἰς 
<milestone n="323b" unit="stephpage" xml:id="stephpage-323b"/> βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, 
<milestone n="10" unit="tlnum"/> ἧς οὐδὲ τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, δοθεῖσα Τανακυλλίδι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τανακυλλίδι</foreign> Basileensis: <foreign xml:lang="grc">Ταρκυλλίδι</foreign>. Sed p. 401, 10 recte dat <foreign xml:lang="grc">Τανακυλλίδος</foreign> codex V<hi rend="superscript">4</hi> </note> τῇ Ταρκυνίου γυναικὶ τοῦ βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, οὓς κλιέντης Ῥωμαῖοι καλοῦσιν· ἐκ τούτων ἐγεγόνει Σερούιος. οἱ δʼ οὔ φασιν, ἀλλὰ παρθένον τὴν 
<milestone n="15" unit="tlnum"/>Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνατεῖλαι</foreign> R</note> 
<milestone n="20" unit="tlnum"/> 
<milestone n="323c" unit="stephpage" xml:id="stephpage-323c"/> γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τανακυλλίδι</foreign> Basileensis: <foreign xml:lang="grc">Ταρκυλλίδι</foreign>. Sed p. 401, 10 recte dat <foreign xml:lang="grc">Τανακυλλίδος</foreign> codex V<hi rend="superscript">4</hi> </note> φράσαι μόνῃ περίφοβον γενομένην. τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ 
<milestone n="25" unit="tlnum"/> λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον γενέσθαι. τίκτεται δʼ οὖν Σερούιος, καὶ βρέφους ὄντος <pb xml:id="v.2.p.401"/> ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Γεγανίαν</foreign> Basileensis: <foreign xml:lang="grc">γετανίαν</foreign> </note> θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας 
<milestone n="5" unit="tlnum"/> 
<milestone n="323d" unit="stephpage" xml:id="stephpage-323d"/> καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν Ταρκυνίου 
<milestone n="10" unit="tlnum"/> τελευτήν,. Τανακυλλίδος σπουδασάσης. ἐπεὶ πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ ὡς ἔοικεν ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ 
<milestone n="15" unit="tlnum"/> μὴ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὴ</foreign> X</note> προέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν. 
<milestone n="323e" unit="stephpage" xml:id="stephpage-323e"/> </p></div></div></body></text></TEI>