αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλοις μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ Ἀρετὴ ] ἀρετῆς Cobetus μὲν ὡς καλὸν μὲν καλὸν μὲν R: καλὸν ἀνωφελὲς δέ, Τύχη Τύχη ] τύχης δὲ Cobetus δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον Ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά· ἢ βεβαιότατον εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα πρᾶγμα ] del. Abreschius τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων πραγμάτων ] del. Abreschius γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν πόλεις, κοσμοῦσιν R: προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν εἰς δύναμιν εἰς ἡγεμονίαν. τί δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν περὶ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.