αἱ πολλοὺς πολλάκις ἡγωνισμέναι καὶ μεγάλους ἀγῶνοις Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλοις μέγιστον ιἷγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ Ἀρετὴ ] ἀρετῆς Cobetus μὲν ὡς καλὸν μὲν καλὸν μὲν R: καλὸν ἀνωφελὲς δέ, Τύχη Τύχη ] τύχης δὲ Cobetus δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον Ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά· ἢ βεβαιότατον εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα πρᾶγμα ] del. Abreschius τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων πραγμάτων ] del. Abreschius γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν πόλεις, κοσμοῦσιν R: προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν εἰς δύναμιν εἰς ἡγεμονίαν. τί δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν περὶ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν. ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάσασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων Πλάτων ] Tim. p. 28 b. 32 b φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν αἱ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμίξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν ἀνησιδώραν Iunius: ὀνησιδώραν καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης ὥς· φησι Δημόκριτος. Δημόκριτος ] Mullach. 1 p. 359 ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι κόσμον οὐδʼ ἐθέλειν οὐδʼ ἐθέλειν *: οὐδὲ θέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων φερομένων Madvigius: φερομένων καὶ διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἁδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως; αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν αὑτῇ et αὑτὴν *: αὐτῇ et αὐτὴν παρασχεῖν οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ ἦν ἡ Madvigius: ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἄπταιστον περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος τοῦ προβλήματος ] fort. πρὸ τοῦ (aut πρό του ) βήματος , ut cum βαδιζούσας iungatur ὥσπερ ἀπὸ σκοπῆς σκοπιῆς Duebnerus Homeri Δ 275. δ 524 memor; sed cf. Vit. Tit. c. 5 καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, ἐπανθεῖ ἐπανθεῖ Cobetus: παρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, Hom. λ 41 ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Μούκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος Μούκιοι (aut Λούκιοι ) καὶ ] Κούριοι καὶ W ἐκεῖ Σκευόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος Ὡράτιος Μάρκος Ωράτιος Basileensis: πάκιος καὶ μάρκος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, βριθὺς βριθὺς ] Bergk. 2 p. 242 ὁπλιτοπάλας δάιος ἀντιπάλοις. τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχον ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα καθεῖσα κααθεῖσα Abreschius περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτʼ ἄπεισιν ἀηδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρ ἀπειθὴς μὲν γὰρ ἀπειθὴς R: μεγαπενθης . cf. Bergk. 1 p. 382 κατὰ Πίνδαρον οὐδὲ δίδυμον στρέφουσα πηδάλιον ἀλλὰ μᾶλλον εὐνομίας καὶ Εὐνομίας τε καὶ Bergk. Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας ἀδελφὰ καὶ Προμαθείας Schneidewinus: ἀδελφὴ καὶ προμηθείας θυγάτηρ ὡς γενεαλογεῖ Ἀλκμάν. Ἀλκμάν ] Bergk. 3 p. 58 τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός·, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς Νομᾶς * hic et infra: νουμᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, Ταρκυνίων *: Ταρκυϊνίων οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην· μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικὸς γέρων, ὑπὸ τεσσάρων παίδων ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ Βαλεαρικοῦ Basileensis: Βαναρίκου καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυεῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος· ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ αὐτῆς, προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς· ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων, ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει, βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους Σοφοκλέους ] OR 1090 ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια κατὰ κατὰ R: καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται, καὶ εἰκότως· καὶ εἰκότως ] εἰκότως Cobetus πλεῖστον γὰρ Ἀφροδίτης οὐ νύξ κατὰ Μένανδρον, Μένανδρον ] Meinek. 4 p. 278 ἀλλὰ τύχη μετέσχηκεν. ἆρʼ οὖν οὖν ] οὐκ ἂν ( οὖν )? ταύτην τις ἀρχὴν ποιησάμενος οἰκείαν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὐτοὺς Ῥωμαίους, ὡς,· τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς; μέν γε γε ] γάρ ? παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον καὶ τὸ τῆς Μέντις καλουμένης ( Γνώμης ἂν νομίζοιτὀ) νομίζοιτο ] ὀνομάζοιτο ? Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη ἢ δη ] ἢδη γὰρ ? τότε λόγων καὶ σοφισμάτων σοφισμάτων ] R ex p. 322 d: σοφιστῶν καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν, ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ σωφροσύνης; ἢ καρτερίας ἢ μεγαλοψυχίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμιγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ ὁ Νομᾶ R: ὄνομα θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, παρωνόμασεν ] παρωνόμασαν M πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς γυναικείας Τύχης κατεσκευάσαντο, ὅτε ὅτε W: πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριολᾶνον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπετρέψαντο ἄπετρεψ́ψαντο ] ἀπέστρεψαν p. 322 e. ἀπετρίψαντο R. ἀπεστρέψαντο Bruhnius διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς· μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς; πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν ὁσίως ὁσίως ] ὁσίῳ ? cf. Vit. Cor. c. 37 με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς· πλάστιγγος καθεῖλεν, οὔτʼ Εὐβουλίας οὔτʼ Ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἕδη ἕδη R: ἐκεῖ παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ Καιδικίῳ *: καιδεκίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. καὶ μὴν καὶ Φούριος Κάμιλλος - - - προσδέχεσθαι ] transponit ante τὸ δὲ τῆς γυναικείας Τύχης (p. 389 lin. 22) Bruhnius τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν φόρτιν R: ἣν φόρτικαν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς; τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.