ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς οὖν τίς οὐκ ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν καί, τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μειχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ᾧπερ ὁ Ἄρης θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν. ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ, περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε. μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις ἀγνοηθῆναι τε Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα α καὶ σόφισμα α φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους ῥηθεὶς πρός τινας τῶν ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ ἡσυχίας. τὴν οὖν ἑορτὴν εἰπεῖν, ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα; κἀμοῦ τοίνυν, ἔφη, μὴ γενομένου περὶ τὰ Μηδικά, τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν, λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν· ἀλλʼ ὁρᾷς πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων; ἀρχὴ μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δʼ ἡ Τύχη παρέσχε σῴσασα καὶ φυλάξασα τὸν κτίστην ἡ μὲν γὰρ Ἀρετὴ μέγαν ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι μέγαν ἐτήρησε. καὶ μὴν τήν γε Νομᾶ βασιλείαν πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι. καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς οὐδʼ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ σύνεδρον καὶ συνάρχουσαν, ἣ, καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα κατέσβεσεν· οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν· ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται τὴν θάλατταν· οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς. ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας. εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ πλῆθος ἐπέδωκαν· νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης. Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δι’ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι. ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος· τότε δʼ ἤργησε τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια. τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ φερέπολιν τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν πύλην καλοῦσιν. ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, εἰδὼς ὅτι μεγάλη ῥοπή, μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστὰ γʼ αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, δοθεῖσα Τανακυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, οὓς κλιέντης Ῥωμαῖοι, καλοῦσιν· ἐκ τούτων ἐγεγόνει Σερούιος. οἱ δʼ οὔ φασιν, ἀλλὰ παρθένον τὴν Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον γενέσθαι. τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης. ἐπεὶ πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν.