<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc3" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα <milestone n="319e" unit="stephpage" xml:id="stephpage-319e"/> ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον <pb xml:id="v.4.p.342"/> κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος <milestone n="319f" unit="stephpage" xml:id="stephpage-319f"/> ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος Καῖσαρ. λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον <milestone n="320a" unit="stephpage" xml:id="stephpage-320a"/> πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, <q>ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.</q> </p></div></div></body></text></TEI>