<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg086.perseus-grc3" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν. ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης· εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν <milestone n="319c" unit="stephpage" xml:id="stephpage-319c"/> μὲν ἐν γῇ πολὺν δʼ ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ <pb xml:id="v.4.p.340"/> ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς ἱμάτιον, καὶ ἀναδείξας ἑαυτόν, <q>ἴθι,</q> ἔφη, <q>γενναῖε, τόλμα καὶ <milestone n="319d" unit="stephpage" xml:id="stephpage-319d"/> δέδιθι,θι, μηδέν, ἀλλʼ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην.</q> οὕτως ἐπέπειστο τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ.</p></div></div></body></text></TEI>