αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα α πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν. τί δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν. ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν αἱ ξ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμείξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης, ὥς φησι Δημόκριτος. ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδʼ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἀδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἀπταίστου περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος ὥσπερ ἀπὸ σκοπιᾶς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, παρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Δέκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης, οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι; τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις. τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ τὸ φρόνημα καὶ μεγάλαυχος ἡ ἐλπίς, φθάνουσα δὲ τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος πρόσεισιν, εἶτʼ ἄπεισιν ἀιδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. οὐ μὲν γὰρἀπειθὴς, κατὰ Πίνδαρον, οὐδὲ δίδυμον στρέφουσα πηδάλιον, ἀλλὰ μᾶλλον εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ καὶ Προμαθείας θυγάτηρ, ὡς γενεαλογεῖ Ἀλκμάν. τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ καὶ Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ Γαΐου Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ αὐτῆς προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων ἑαυτὸν εἰσεποίει βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως ἐπιγέγραπται,, καὶ εἰκότως· πλεῖστον γὰρ Ἀφροδίτης οὐ νύξ, κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν. ἆρʼ οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ - κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς μέν γε παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης μέτεστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν, ὁσίῳ με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε. καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος καθεῖλεν, οὔτʼ εὐβουλίας οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν ιν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.