κατὰ Κελαινὰς Κελαινὰς Stob. 7, 69: κελαινον πόλιν τῆς Φρυγίας χάσμα μεθʼ ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν εἵλκυσε. εἵλκυσε ] καθείλκυσε Stob. Μίδας δὲ ὁ βασιλεὺς χρησμὸν ἔλαβεν, ἐὰν τὸ τιμιώτατον ἐμβάλῃ, συνελεύσεσθαι· ὁ δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλὼν οὐδὲν ἐβοήθησεν. Ἄγχουρος δὲ υἱὸς τοῦ Μίδα λογισάμενος μηδὲν εἶναι τιμιώτερον ἐν βίῳ ψυχῆς ἀνθρωπίνης, δοὺς περιπλοκὰς τῷ γεννήσαντι καὶ τῇ γυναικὶ Τιμοθέᾳ, ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος ἠνέχθη. συνελθούσης δὲ τῆς γῆς, χρύσεον βωμὸν ἐποίησεν Ἰδαίου Διὸς ἁψάμενος τῇ χειρί. οὗτος ὁ βωμὸς περὶ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ τὸ χάσμα συνέβη γενέσθαι, λίθος λίθος ] λίθινος idem γίνεται τῆς δὲ ὡρισμένης προθεσμίας παρελθούσης, χρύσεος ὁρᾶται· ὡς Καλλισθένης Καλλισθένης ] cf. Libell. de Fluviis 4, 2. 6, 3 ἐν δευτέρῳ *metamorfw/sewn . διά μέσης τῆς ἀγορᾶς ῥέων ὁ Τίβερις διὰ μῆνιν Ταρσίου Διὸς μέγιστον ἀπέρρηξε χῶμα καὶ πολλὰς οἰκίας ἐβύθισε χρησμὸς δʼ ἐδόθη λήξεσθαι, ἐὰν τὸ τίμιον τίμιον ] τιμιώτατον ? ἐμβάλωσι. τῶν δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλόντων, ἐμβαλόντων *: ἐμβαλλόντων Κούρτιος τῶν ἐπισήμων νέος τὸν χρησμὸν νοήσας καὶ λογισάμενος τὴν ψυχὴν τιμιωτέραν, ἔφιππον ἑαυτὸν ἔρριψεν εἰς τὸ χάσμα καὶ τοὺς οἰκείους ἐξέσῳσε τῶν κακῶν· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 321 ἐν τεσσαρακοστῷ Ἰταλικῶν. τῶν ἅμα Πολυνείκει εὐωχουμένων λοχαγῶν ἀετὸς καταπτὰς τὸ Ἀμφιάρεω ἐβάστασε δόρυ εἰς ὕψος καὶ εἴασε· τὸ δὲ παγὲν ἐν γῇ δάφνη ἐγένετο. τῇ δʼ ὑστεραίᾳ πολεμούντων, κατʼ ἐκεῖνο κατεπόθη ὁ Ἀμφιάρεως τῷ ἅρματι, ἔνθα νῦν πόλις Ἅρμα καλεῖται ὡς Τρισίμαχος Τρισίμαχος ] Παυσίμαχος vel Τλησίμαχος H. Λυσίμαχος C. Muellerus. Μνησίμαχος ? cf. Mueller 3 p. 473 ἐν τρίτῳ Κτίσεων. Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων, Αἰμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ποιήσῃ, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος;. μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονᾶτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος, στρατηγήσας καὶ πολλοὺς φονεύσας ὑπὸ γῆς κατεπόθη. ὁ Αἰμίλιος; δὲ βωμὸν ἱδρύσας ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. ὁ δὲ βωμὸς; μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρόν, καθʼ ὃν ἐνικήθη Πύρρος ὡς ἱστορεῖ Κριτόλας Κριτόλας ] Mueller. 4 p. 372 ἐν τρίτῃ Ἠπειρωτικῶν. Πυραίχμης βασιλεὺς Εὐβοέων ἐπολέμει Βοιωτοῖς. ὃν Ἡρακλῆς ἔτι νέος ὢν ἐνίκησε πώλοις δὲ προσδήσας καὶ εἰς δύο μέρη διελὼν τὸν Πυραίχμην, ἄταφον ἔρριψεν. ὁ δὲ τόπος προσαγορεύεται πῶλοι Πυραίχμου κεῖται δὲ παρὰ ποταμὸν Ἡράκλειον, χρεμετισμὸν δʼ ἀναδίδωσι πινόντων ἵππων ὡς ἐν τρίτῳ περὶ Ποταμῶν. Τοῦλλος Ὁστίλιος Ὁστίλιος *: ὁστίλλιος βασιλεὺς Ῥωμαίων ἐπολέμησεν Ἀλβανοῖς, βασιλέως ὄντος Μετίου Φουφετίου, καὶ τὴν μάχην πολλάκις ὑπερέθετο. οἱ δέ, ἡττωμένου, ἡττωμένου ] ὡς ἡττωμένου Duebnerus εἰς εὐωχίαν ἐτράπησαν· οἰνωμένοις δʼ ἐπέθετο, καὶ τὸν βασιλέα δύο πώλοις συζεύξας διεσπάραξεν· ὡς Ἀλέξαρχος Ἀλέξαρχος ] Mueller. 4 p. 298 ἐν τετάρτῃ Ἰταλικῶν. Φίλιππος Μεθώνην καὶ Ὄλυνθον βουλόμενος πορθῆσαι καὶ βιαζόμενος ἐπὶ τῷ Σανδάνῳ ποταμῷ διαβῆναι πέραν, ὑπό τινος τῶν Ὀλυνθίων Ἀστέρος ὀνόματι ἐτοξεύθη τὸν ὀφθαλμόν, εἰπόντος ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος ὁ δʼ ὀπίσω διανηξάμενος πρὸς τοὺς οἰκείους σῴζεται ἀπολέσας τὸν ὀφθαλμὸν ὡς Καλλισθένης ἐν τρίτῳ Μακεδονικῶν. Πορσίνας Τούσκων βασιλεὺς πέραν Θύμβρεος Θύμβρεως *: θύμβριος ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχεν. Ὁράτιος δὲ Κάτλος Κάτλος ] Κόκλης ? στρατηγὸς χειροτονηθεὶς τὴν ξυλίνην κατελάβετο γέφυραν καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε. πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε. βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς ῥίψας ἑαυτὸν εἰς τὸν ποταμόν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος Θεότιμος ] Mueller. 4 p. 517 δευτέρῳ Ἰταλικῶν. ὁ περὶ τοῦ Ἰ καρίου μῦθος, ᾧ Διόνυσος ἐπεξενώθη· ὡς ὡς * Ἐρατοσθένης ἐν τῇ Ἠριγόνῃ. Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, Ἐντωρία ] Κεντουρία ? ταύτην ταύτην Duebnerus: ἣν ἐβιάσατο καὶ ἐτέκνωσεν υἱοὺς Ἰανὸν Ἰανόν * hic et infra: ἰάνον Ὕμνον Φαῦστον Φήλικα. διδάξας οὖν τὸν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι. ποιήσαντες δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες εἰς,· ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατριδαὶ θυγατριδαὶ vel θυγατρίδες ] θυγατριδοὶ ? ἀθυμήσαντες βρόχῳ τὸν βίον κατέστρεψαν. λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐὰν ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως; ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηίου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον ἢ διὰ τοὺς θυγατριδὰς θυγατριδὰς vel θυγατρίδας ] θυγατριδοῦς ? ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. καὶ οἱ μὲν καλοῦνται προτρυγητῆρες, ὁ δʼ Ἰανὸς προανατέλλων· δείκνυται δὲ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου ὡς Κριτόλαος Κριτόλαος ] Mueller. 4 p. 372 ἐν τετάρτῃ *fainome/nwn .