λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν. θύωσιν *: θύσωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν κατέθηκεν· ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας· ὡς Ἀριστόδημος Ἀριστόδημος ] Mueller. 3 p. 311 ἐν τρίτῃ μυθικῇ συναγωγῇ. λοιμοῦ κατασχόντος Φαλερίους Φαλερίους *: Χαλερίους καὶ φθορᾶς γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινόν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατʼ ἐνιαυτόν. ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης, κατὰ κλῆρον καλουμένη Οὐαλερία Λουπέρκα Λουπέρκα *: τουπέρκα ἤγετο εἰς θυσίαν· σπασαμένη σπασαμένη ] σπασαμένων ? δὲ τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφῦραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ. νοήσασα δὲ ἡ παρθένος καὶ καὶ ] delendum videtur τὴν βοῦν θύσασα καὶ τὴν σφῦραν ἄρασα, κατʼ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα. ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 322 ἐν ἐννεακαιδεκάτῳ Ἰταλικῶν. Φιλονόμη Νυκτίμου καὶ Ἀρκαδίας θυγάτηρ ἐκυνήγει σὺν τῇ Ἀρτέμιδι· Ἄρης δʼ ἐν σχήματι ποιμένος ἔγκυον ἐποίησεν. ἡ δὲ τεκοῦσα διδύμους παῖδας καὶ φοβουμένη τὸν πατέρα ἔρριψεν εἰς τὸν Ἐρύμανθον. οἱ δὲ κατὰ πρόνοιαν ἀκινδύνως περιφερόμενοι προσηνέχθησαν ἐν κοίλῃ δρυΐ· λύκαινα δʼ ἐμφωλεύουσα τοὺς μὲν ἰδίους σκύμνους εἰς τὸν ῥοῦν ἔρριψε, τοῖς δὲ βρέφεσι θηλὴν παρέσχε. Τύλιφος δὲ ποιμὴν αὐτόπτης γενόμενος καὶ ἀναλαβὼν τοὺς παῖδας ὡς ἰδίους ἔθρεψε, τὸν μὲν καλέσας Λύκαστον τὸν δὲ Παρράσιον, τοὺς διαδεξαμένους τὴν βασιλείαν τῶν Ἀρκάδων· ὡς Ζώπυρος Ζώπυρος ] Mueller. 4 p. 531 Βυζάντιος ἐν τῷ τρίτῳ Ἱστορικῶν . Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ ἐπὶ ] ἐν ? κυνηγίᾳ ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἐν Ἰουλίᾳ τῆς ἐν Ἰουλίᾳ τῆς ] τῆς Ἰουλίας Duebneri Latina interpretatio Ἥρας ἱέρειαν ἐποιήσατο. ταύτην Ἄρης ἐγκύμονα ποιεῖ· ἡ δʼ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν. ὁ δὲ φοβηθεὶς ἀμφοτέρους κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως. οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος· καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε. Φαῦστος Φαῦστος ] Φαυστύλος Bryanus δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 323 Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς. μετὰ τὴν Ἰλίου ἅλωσιν Ἀγαμέμνων μετὰ Κασάνδρας ἀνῃρέθη. Ὀρέστης δὲ παρὰ Στροφίῳ ἀνατραφεὶς τοὺς φονεῖς τοῦ πατρὸς ἐτιμωρήσατο· ὡς Πύρανδρος Πύρανδρος ] idem 4 p. 486 ἐν τετάρτῳ Πελοποννησιακῶν. Φάβιος Φαβρικιανὸς τοῦ μεγάλου συγγενὴς Φαβίου, πορθήσας Τούξιον Τούξιον ] corruptum μητρόπολιν Σαυνιτῶν, τὴν παρʼ αὐτοῖς τιμωμένην νικηφόρον Ἀφροδίτην ἔπεμψεν εἰς Ῥώμην. τούτου γυνὴ Φαβία μοιχευθεῖσα ὑπό τινος εὐπρεποῦς νεανίου τοὔνομα Πετρωνίου Οὐαλεντίνου, τὸν ἄνδρα ἐδολοφόνησε. Φαβία δὲ τὸν ἀδελφὸν ἔτι νήπιον Φαβρικιανὸν τῶν κινδύνων ἐρρύσατο καὶ ἔπεμψε κρύφα τραφησόμενον. ἀκμάσας δὲ ὁ νεανίας τήν τε μητέρα καὶ τὸν μοιχὸν ἀπέκτεινε, καὶ ἀπελύθη ὑπὸ τῆς συγκλήτου· ὡς ἱστορεῖ Δοσίθεος Δοσίθεος ] Mueller. 4 p. 401 ἐν τρίτῳ Ἰταλικῶν. Βούσιρις , παῖς Ποσειδῶνος καὶ Ἀνίππης τῆς Νείλου, τοὺς παριόντας ὑπούλῳ φιλοξενίᾳ κατέθυε· μετῆλθε δʼ αὐτὸν ἡ τῶν τετελευτηκότων νέμεσις· Ἡρακλῆς γὰρ ἐπιτεθεὶς τῷ ῥοπάλῳ διεχρήσατο· ὡς Ἀγάθων Ἀγάθων ] idem 4 p. 291 Σάμιος. Ἡρακλῆς τὰς Γηρυόνου βοῦς ἐλαύνων διʼ Ἰταλίας ἐπεξενώθη Φαύνῳ βασιλεῖ, ὃς ἦν Ἑρμοῦ παῖς καὶ τούς γε ξένους τῷ γεννήσαντι ἔθυεν· ἐπιχειρήσας δὲ τῷ Ἡρακλεῖ ἀνῃρέθη· ὡς Δέρκυλλος Δέρκυλλος ] idem 4 p. 387 ἐν τρίτῳ Ἰταλικῶν. Φάλαρις Ἀκραγαντίνων τύραννος ἀποτόμως τοὺς παριόντας ξένους ἐστρέβλου καὶ ἐκόλαζε· Πέριλλος Πέριλλος ( Τέρυζος cod. e)] Περίλαος ? δὲ τῇ τέχνῃ χαλκουργὸς δάμαλιν κατασκευάσας χαλκῆν ἔδωκε τῷ βασιλεῖ, ὡς ἂν τοὺς ξένους κατακαίῃ ζῶντας ἐν αὐτῇ· ὁ δὲ μόνον τότε γενόμενος δίκαιος αὐτὸν ἐνέβαλεν. ἐδόκει δὲ μυκηθμὸν ἀναδιδόναι ἡ δάμαλις· ὡς ἐν δευτέρῳ Αἰτιῶν. Αἰτιῶν ] Αἰτίων ? ἐν Αἰγέστῃ τῇ πόλει τῆς Σικελίας ἐγένετό τις ὠμὸς τύραννος Αἰμίλιος Κενσωρῖνος. οὗτος τοὺς καινότερα βασανιστήρια κατασκευάσαντας ἐδωροδόκει. εἷς δέ τις Ἀρούντιος Πατέρκουλος Πατέρκουλος *: πατέρκουλλος δημιουργήσας ἵππον χαλκοῦν τῷ προειρημένῳ δῶρον ἔδωκεν, ἵνα βάλλῃ αὐτούς. ὁ δὲ τότε πρῶτον νομίμως ἀναστραφεὶς τὸν χαρισάμενον πρότερον ἔβαλεν ὡς ἄν, ἣν ἐπενόησε βάσανον ἄλλοις, αὐτὸς πάθῃ πρῶτος. τοῦτον συλλαβὼν ἀπὸ τοῦ Ταρπηίου Ταρπηίου *: ταρπίου ὄρους ἔρριψε. καὶ δοκοῦσιν οἱ ἀποτόμως βασιλεύσαντες ἀπʼ ἐκείνου Αἰμίλιοι προσαγορεύεσθαι· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 322 ἐν τετάρτῳ Ἰταλικῶν.