<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg085.perseus-grc4" type="edition" xml:lang="grc"><div n="30" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Σαρδιανοὶ</hi> πρὸς Σμυρναίους πόλεμον ἔχοντες περὶ τὰ τείχη ἐστρατοπεδεύσαντο, καὶ διὰ <milestone n="5" unit="tlnum"/> πρέσβεων ἔπεμψαν μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ <milestone n="312f" unit="stephpage" xml:id="stephpage-312f"/> τὰς γυναῖκας συνελθεῖν αὐτοῖς συγχωρήσωσι. τῶν δὲ Σμυρναίων διὰ τὴν ἀνάγκην μελλόντων πάσχειν κακῶς, θεραπαινὶς ἦν μία τῶν εὐσχημόνων, ἣ προσδραμοῦσα ἔφη τῷ δεσπότῃ Φιλάρχῳ δεῖ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεῖν</foreign>?</note> τὰς θεραπαίνας <milestone n="10" unit="tlnum"/> κοσμήσαντας ἀντʼ ἐλευθέρων πέμπειν ὃ δὴ καὶ ἔδρασαν. οἱ δὲ κοπωθέντες ὑπὸ τῶν θεραπαινῶν <milestone n="313a" unit="stephpage" xml:id="stephpage-313a"/> ἑάλωσαν. ὅθεν καὶ νῦν παρὰ Σμυρναίοις ἑορτὴ λέγεται Ἐλευθέρια, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐλευθέρια</foreign> W: <foreign xml:lang="grc">ἐλευθερία</foreign> </note> ἐν ᾗ αἱ δοῦλαι τὸν κόσμον τῶν ἐλευθέρων φοροῦσιν· ὡς Δοσίθεος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δοσίθεος</foreign>] Mueller. 4 p. 401</note> ἐν τρίτῳ Λυδιακῶν. <milestone n="15" unit="tlnum"/> <hi rend="uppercase">Ἀτεπόμαρος</hi> Γάλλων βασιλεὺς Ῥωμαίοις πολεμῶν ἔφη μὴ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶσι. τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας, κοπωθέντες <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κοπωθέντες</foreign> *: <foreign xml:lang="grc">καὶ κοπωθέντες</foreign> </note> οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. <milestone n="20" unit="tlnum"/> ἡ δὲ Ῥητᾶνα (αὕτη γὰρ ἦν ἡ τοῦτο συμβουλεύσασα) ἀγρίας ἐπιλαβομένη συκῆς ἀναβαίνει εἰς τὸ τεῖχος καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δʼ ἐπελθόντες ἐνίκησαν. ἀφʼ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· <milestone n="313b" unit="stephpage" xml:id="stephpage-313b"/> ὡς Ἀριστείδης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">et p. 375, 8 <foreign xml:lang="grc">Ἀριστείδης</foreign>] Mueller. 4 p. 320. 322</note> Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν. <milestone n="25" unit="tlnum"/> </p></div><div n="31" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Ἀθηναίων</hi> πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης, Πύρανδρος <pb xml:id="v.2.p.375"/> ταμίας τῶν δημοσίων ὑπεσπάσατο τὸ μέτρον, φειδωλῶς χρώμενος· οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν· ὡς Καλλισθένης ἐν τρίτῳ Θρᾳκικῶν. <milestone n="5" unit="tlnum"/> <hi rend="uppercase">Ῥωμαίων</hi> πρὸς Γάλλους πολεμούντων καὶ τῆς εὐθηνίας μὴ ἀρκούσης, Κίννας τοῦ δήμου τὸ σιτόμετρον ὑπέσπασε· Ῥωμαῖοι δὲ ὡς ἀντιποιούμενον αὐτὸν τῆς βασιλείας λιθόλευστον ἐποίησαν· ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν. <milestone n="10" unit="tlnum"/> </p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">ἐν</hi> τῷ Πελοποννησιακῷ πολέμῳ Πεισίστρατος <milestone n="313c" unit="stephpage" xml:id="stephpage-313c"/>Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δʼ εὐτελεῖς ἐφίλει. ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντες αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν γῆν ἔξυσαν. ὁ δὲ δημότης ὄχλος <milestone n="15" unit="tlnum"/> ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως Τλησίμαχος εἰδὼς τὴν συνωμοσίαν ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθʼ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου <milestone n="20" unit="tlnum"/> κεκτημένον. καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θεόφιλος</foreign>] Mueller. 4 p. 515</note> ἐν δευτέρῳ Πελοποννησιακῶν. <milestone n="313d" unit="stephpage" xml:id="stephpage-313d"/> <hi rend="uppercase">διὰ</hi> τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε· Ῥωμύλος δὲ ὁ βασιλεὺς βαρέως ἐνεγκὼν τῷ δήμῳ ἀπέδωκε· <milestone n="25" unit="tlnum"/> πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν. οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ καὶ διακόψαντες <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διακόψαντες</foreign> *: <foreign xml:lang="grc">κόψαντες</foreign> </note> εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι δὲ μετὰ πυρὸς <pb xml:id="v.2.p.376"/> εἰς τὴν σύγκλητον ἔδραμον. αἴτιος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰτιος</foreign>] <foreign xml:lang="grc">Ἰούλιος</foreign> M. <foreign xml:lang="grc">Αἴλιος</foreign> W</note> δὲ Πρόκλος τῶν ἐπισήμων ἀνὴρ εἶπε τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν γεγενῆσθαι. Ῥωμαῖοι δὲ πιστεύσαντες ἀνεχώρησαν· ὡς Ἀριστόβουλος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστόβουλος</foreign>] Mueller. 3 p. 329</note> ἐν <milestone n="5" unit="tlnum"/> τρίτῳ Ἰταλικῶν. <milestone n="313e" unit="stephpage" xml:id="stephpage-313e"/> </p></div><div n="33" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Πέλοψ</hi> Ταντάλου καὶ Εὐρυανάσσης γήμας Ἱπποδάμειαν ἔσχεν Ἀτρέα καὶ Θυέστην· ἐκ δὲ Δαναΐδος νύμφης Χρύσιππον, ὃν πλέον τῶν γνησίων ἔστερξε. Λάιος δὲ ὁ Θηβαῖος ἐπιθυμήσας ἥρπασεν <milestone n="10" unit="tlnum"/> αὐτόν. καὶ συλληφθεὶς ὑπὸ Θυέστου καὶ Ἀτρέως ἐλέους ἔτυχε παρὰ Πέλοπος διὰ τὸν ἔρωτα. Ἱπποδάμεια δʼ ἀνέπειθεν Ἀτρέα καὶ Θυέστην ἀναιρεῖν αὐτόν, εἰδυῖα ἔσεσθαι ἔφεδρον βασιλείας. τῶν δʼ ἀρνησαμένων, αὐτὴ τῷ μύσει τὰς χεῖρας ἔχρισε. <milestone n="15" unit="tlnum"/> νυκτὸς γὰρ βαθείας κοιμωμένου Λαΐου, τὸ ξίφος ἑλκύσασα καὶ τρώσασα τὸν Χρύσιππον ἐγκαταπήγνυσι τὸ ξίφος. ὑπονοηθεὶς δὲ ὁ Λάιος διὰ τὸ ξίφος ῥύεται <milestone n="313f" unit="stephpage" xml:id="stephpage-313f"/> ὑπὸ ἡμιθνῆτος τοῦ Χρυσίππου τὴν ἀλήθειαν ὁμολογήσαντος· ὁ δὲ θάψας τὴν Ἱπποδάμειαν ἐξώρισεν· <milestone n="20" unit="tlnum"/> ὡς Δοσίθεος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δοσίθεος</foreign>] idem 4 p. 402</note> ἐν Πελοπίδαις. <hi rend="uppercase">Ἤβιος</hi> Τολίειξ γήμας Νουκερίαν ἔσχε δύο παῖδας ἐκ ταύτης. ἔσχε δὲ καὶ ἐξ ἀπελευθέρας κάλλει περίβλεπτον Φίρμον, ὃν τῶν γνησίων μᾶλλον ἔστεργε. ἡ δὲ Νουκερία πρὸς τὸν πρόγονον μισοπονήρως <milestone n="25" unit="tlnum"/> διακειμένη τοὺς παῖδας ἀνέπειθεν αὐτὸν ἀναιρεῖν. τῶν δʼ εὐσεβῶς ἀνανευσάντων, αὐτὴ τὸν φόνον ἐνήργησε, <milestone n="314a" unit="stephpage" xml:id="stephpage-314a"/> καὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> Huttenus</note> νυκτὸς τοῦ σωματοφύλακος τὸ ξίφος <pb xml:id="v.2.p.377"/> ἑλκύσασα καιρίως ἔτρωσε τὸν κοιμώμενον, ἐγκαταλιποῦσα τὸ ξίφος. τοῦ δὲ σωματοφύλακος ὑποπτευθέντος, ὁ παῖς τὴν ἀλήθειαν λέγει. ὁ δὲ τοῦτον θάψας τὴν γυναῖκα ἐφυγάδευσεν· ὡς Δοσίθεος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δοσίθεος</foreign>] Mueller. 4 p. 400. 401</note> ἐν <milestone n="5" unit="tlnum"/> τρίτῳ Ἰταλικῶν. </p></div><div n="34" subtype="section" type="textpart"><p rend="indent"><hi rend="uppercase">Θησεύς</hi> ταῖς ἀληθείαις παῖς Ποσειδῶνος, ἔχων δʼ ἐξ Ἱππολύτης Ἀμαζόνος Ἱππόλυτον, ἐπέγημε μητρυιὰν Φαίδραν τὴν Μίνωος, ἥτις τοῦ προγόνου εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τὴν τροφὸν ἔπεμψεν· ὁ δὲ <milestone n="10" unit="tlnum"/> καταλείψας Ἀθήνας καὶ εἰς Τροιζῆνα παραγενόμενος <milestone n="314b" unit="stephpage" xml:id="stephpage-314b"/> κυνηγεσίαις προσανέκειτο. τῆς δὲ προαιρέσεως ἡ ἀσελγὴς ἀποτυχοῦσα ψευδεῖς κατὰ τοῦ σώφρονος ἐπιστολὰς ἐχάραξε καὶ βρόχῳ τὸ ζῆν ἀνήρτησε. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνήρτησε</foreign>] <foreign xml:lang="grc">περιέγραψε</foreign> Stob. 64, 38. <foreign xml:lang="grc">ἀνήρπασε</foreign>?</note> Θησεὺς δὲ πιστεύσας ᾐτήσατο παρὰ Ποσειδῶνος ἀπολέσθαι <milestone n="15" unit="tlnum"/> τὸν Ἱππόλυτον, ἐκ τῶν τριῶν εὐχῶν ἃς εἶχε παρʼ αὐτοῦ. ὁ δὲ παρʼ αἰγιαλὸν ἐπὶ ἅρματος τυχόντι ταῦρον ἔπεμψε καὶ ἐπτόησε τοὺς ἵππους, οἳ συνέτριψαν τὸν Ἱππόλυτον. <hi rend="uppercase">Κομμίνιος</hi> Σοῦπερ Λαυρεντῖνος ἔχων υἱὸν <milestone n="20" unit="tlnum"/> ἐξ Ἐγερίας νύμφης Κομμίνιον ἐπήγαγε μητρυιὰν Γινδίκαν· ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα <milestone n="314c" unit="stephpage" xml:id="stephpage-314c"/> ψευδεῖς. ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐγκλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν <milestone n="25" unit="tlnum"/>Ποσειδῶνα. ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν· ὡς Δοσίθεος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δοσίθεος</foreign> Mueller. 4 p. 400. 401</note> ἐν τρίτῳ Ἰταλικῶν. <pb xml:id="v.2.p.378"/> </p></div></div></body></text></TEI>