Αἴολος τῶν κατὰ Τυρρηνίαν βασιλεὺς ἔσχεν ἐξ Ἀμφιθέας θυγατέρας ἓξ καὶ ἴσους ἄρρενας· Μακαρεὺς δὲ ὁ νεώτατος ἔρωτι ἔφθειρε μίαν, ἡ δὲ παιδίον ἐκύησεν. ἐμπεσοῦσα δὲ καὶ ξίφους πεμφθέντος ὑπὸ τοῦ πατρός, ἄνομον ἄνομον ] ὃ νόμον Mueller. κρίνασα ἑαυτὴν διεχρήσατο· ὁμοίως δὲ καὶ ὁ Μακαρεύς· ὡς Σώστρατος Σώστρατος ] Mueller. 4 p. 504 ἐν δευτέρᾳ Τυρρηνικῶν. Παπίριος Τόλουκερ γήμας Ἰουλίαν Ποῦλχραν ἔσχεν ἓξ θυγατέρας καὶ τοὺς ἴσους τοὺς ἴσους ] ἴσους an ἴσους τοὺς ἄρρενας. τούτων ὁ πρεσβύτατος Παπίριος Ῥωμᾶνος τῆς ἀδελφῆς ἐρασθεὶς Κανουλίας ἔγκυον ἐποίησε. μαθὼν δὲ ὁ πατὴρ τῇ θυγατρὶ ξίφος ἔπεμψεν· ἡ δὲ ἑαυτὴν ἀνεῖλε· τὸ αὐτὸ δὲ καὶ ὁ Ῥωμᾶνος ἔπραξεν· ὡς Χρύσιππος Χρύσιππος ] Mueller. 4 p. 362 ἐν τῷ πρώτῳ Ἰταλικῶν. Ἀριστώνυμος Ἀριστώνυμος X: ἀρίστων ἀριστώνυμος Ἐφέσιος υἱὸς Δημοστράτου ἐμίσει γυναῖκας, ὄνῳ δʼ ἐμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὐειδεστάτην Ὀνόσκελιν τοὔνομα· ὡς Ἀριστοτέλης Ἀριστοτέλης ] Ἀριστοκλέους Stob. 64, 37. vid. Mueller. 4 p. 330 ἐν δευτέρᾳ παραδόξων . Φουλούιος Στέλλος μισῶν γυναῖκας ἵππῳ συνεμίσγετο· ἡ δὲ κατὰ χρόνον ἔτεκε κόρην εὔμορφον καὶ ὠνόμασεν Ἔποναν· ἔστι δὲ θεὸς πρόνοιαν ποιουμένη ἵππων· ὡς Ἀγησίλαος Ἀγησίλαος Mueller. 4 p. 292 ἐν τρίτῳ Ἰταλικῶν.