Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν· ὡς δʼ ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις, μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι αἰχμαλωτίσι *: αἰχμαλώτισι ταῖς χερσὶν χερσὶν ] κερκίσιν Musgravius ἐξετύφλωσεν· ὡς Εὐριπίδης Εὐριπίδης ] in Hecuba ὁ τραγῳδοποιός. τραγῳδοποιός ] ραγῳδιοποιός ? Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4. p. 321 ἐν τρίτῳ Ἰταλικῶν. Φώκου ὄντος ἐκ Ψαμάθης Αἰακῷ καὶ στεργομένου, Τελαμὼν ἦγεν ἐπὶ θήραν· καὶ συὸς ἐπιφανέντος κατὰ τοῦ μισουμένου ἐπαφῆκε τὸ δόρυ καὶ ἐφόνευσεν. ὁ δὲ πατὴρ ἐφυγάδευσεν· ὡς Δωρόθεος ἐν πρώτῳ Μεταμορφώσεων . Γάϊος Μάξιμος ἔχων υἱοὺς Σιμίλιον καὶ Ῥῆσον· τοῦτον ἐγέννησεν ἐξ Ἀμερίας Κόνων ὁ Ῥῆσος· Κόνων ὁ ʽρῆσος ] corrupta W οὗτος ἐν κυνηγεσίῳ ἀπέκτεινε τὸν ἀδελφὸν καὶ ὑποστρέψας τὸ σύμπτωμα τύχης εἶπεν οὐ κρίσεως γεγονέναι. ὁ δὲ γνοὺς τἀληθὲς ἐφυγάδευσεν· ὡς Ἀριστοκλῆς Ἀριστοκλῆς ] Mueller. 4 p. 330 ἐν τρίτῳ Ἰταλικῶν.