Ἐρεχθεύς πρὸς Εὔμολπον πολεμῶν ἔμαθε νικῆσαι, νικήσειν Nauck. ἐὰν τὴν θυγατέρα προθύσῃ, καὶ συγκοινωνήσας τῇ γυναικὶ Πραξιθέᾳ προέθυσε τὴν παῖδα. μέμνηται Εὐριπίδης ἐν Ἐρεχθεῖ. Ἐρεχθεὶ cf. Stob. 39, 33. Nauck. p. 369 Μάριος πρὸς Κίμβρους πόλεμον ἔχων καὶ ἡττώμενος ὄναρ εἶδεν, ὅτι νικήσει, ἐὰν τὴν θυγατέρα προθύσῃ· ἦν δʼ αὐτῷ Καλπουρνία· προκρίνας δὲ τῆς φύσεως τοὺς πολίτας ἔδρασε καὶ ἐνίκησε. καὶ ἔτι καὶ νῦν βωμοὶ εἰσὶ δύο ἐν Γερμανίᾳ, οἳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἦχον σαλπίγγων ἀποπέμπουσιν· ὡς Δωρόθεος Δωρόθεος ] cf. Lib. de Fluviis 23, 3 ἐν τετάρτῳ Ἰταλικῶν. Κυάνιππος τῷ γένει Θετταλὸς ἐπὶ θήραν συνεχῶς ἐξῄει· ἡ δὲ νεόνυμφος αὐτοῦ ὑπολαβοῦσα διὰ τὸ πολλάκις ἐν ὕλαις μένειν συνήθειαν ἔχειν μεθʼ ἑτέρας, κατʼ ἴχνος ἠκολούθησε τῷ Κυανίππῳ· καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ, τὸ μέλλον ἀπεκαραδόκει. τῶν δὲ κλάδων σεισθέντων, οἱ κύνες θηρίον εἶναι δόξαντες ὥρμησαν καὶ τὴν φίλανδρον ἀλόγου δίκην ζῴου διεσπάραξαν. ὁ δὲ Κυάνιππος τῆς τῆς H ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος ἑαυτὸν ἀπέσφαξεν· ὡς Παρθένιος Παρθένιος ] cf. Erot. Script. ed. Hercher. 1 p. 14 ὁ ποιητής. ἐν Συβάρει πόλει τῆς Ἰταλίας νέος περίβλεπτος τὸ κάλλος Αἰμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος Κλειτώνυμος ] cf. Lib. de Fluviis 3, 4 ἐν δευτέρῳ Συβαριτικῶν. σμύρνα Κινύρου θυγάτηρ διὰ μῆνιν Ἀφροδίτης ἠράσθη τοῦ γεννήσαντος, καὶ τῇ τροφῷ τὴν ἀνάγκην τοῦ ἔρωτος ἐδήλωσεν· ἡ δὲ δόλῳ ὑπῆγε τὸν δεσπότην· ἔφη γὰρ γείτονα παρθένον ἐρᾶν αὐτοῦ καὶ αἰσχύνεσθαι ἐν φανερῷ προσιέναι. ὁ δὲ συνῄει. ποτὲ δὲ θελήσας τὴν ἐρῶσαν μαθεῖν φῶς ᾔτησεν, ἰδὼν δὲ ξιφήρης τὴν ἀσελγεστάτην ἐδίωκεν. ἡ δὲ κατὰ πρόνοιαν Ἀφροδίτης εἰς ὁμώνυμον δένδρον μετεμορφώθη· καθὰ Θεόδωρος Θεόδωρος ] Mueller. 4 p. 513 ἐν ταῖς Μεταμορφώσεσιν . Οὐαλερία Τουσκλαναρία κατὰ μῆνιν Ἀφροδίτης ἐρασθεῖσα Οὐαλερίου τοῦ πατρὸς τῇ τροφῷ ἀνεκοίνωσεν· ἡ δὲ τὸν δεσπότην δόλῳ ὑπῆλθεν, εἰποῦσα ὡς αἰδεῖται κατʼ ὄψιν μίσγεσθαι, τῶν τε γειτόνων εἶναι τὴν παρθένου. καὶ οἰνωθεὶς ὁ καὶ οἰνωθεὶς κἑ ] corrupta πατὴρ ᾔτει φῶς, ἡ δὲ τροφὸς φθάσασα διήγειρεν, ἥτις ἐπὶ ταῖς ἀγροικίαις ἦν ἐγκύμων τυγχάνουσα· ποτὲ δὲ κατὰ κρημνῶν ἐνεχθείσης τὸ βρέφος ἔζη· κατιοῦσα δʼ ἐγκύμων κατέστη καὶ εἰς τὸν ὡρισμένον χρόνον ἐγέννησεν Αἰγίπανα, κατὰ τὴν Ῥωμαίων φωνὴν Σιλουᾶνον. ὁ δὲ Οὐαλέριος ἀθυμήσας κατὰ τῶν αὐτῶν ἔρριψε ἔρριψε ] ἑαυτὸν ἔρριψε ? κρημνῶν· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 321 Μιλήσιος ἐν τρίτῳ Ἰταλικῶν. μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην, ἔνθα Λύκος ἦν βασιλεὺς ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν. Καλλιρρόη δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα προύδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν· ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν· ἡ δὲ βρόχῳ ἐτελεύτησεν· ὡς Ἰόβας Ἰόβας Mueller. 3 p. 472 ἐν τρίτῃ Λιβυκῶν. Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους Μασσύλους X: μεσσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον. αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προύδωκε προύδωκε *: προέδωκε τὸν πατέρα καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν. ἀναστρέψαντος δʼ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτήν· ὡς Ἡσιάναξ Ἡσιάναξ ] Ἡγησιάναξ Mueller. 3 p. 70 ἐν τρίτῳ Λιβυκῶν. Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν· ὡς δʼ ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις, μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι αἰχμαλωτίσι *: αἰχμαλώτισι ταῖς χερσὶν χερσὶν ] κερκίσιν Musgravius ἐξετύφλωσεν· ὡς Εὐριπίδης Εὐριπίδης ] in Hecuba ὁ τραγῳδοποιός. τραγῳδοποιός ] ραγῳδιοποιός ? Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4. p. 321 ἐν τρίτῳ Ἰταλικῶν.