Θρᾷκες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὡς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι· ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη. οὕτω τʼ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης Σωκράτης ] Σώστρατος idem 4 p. 504 ἐν δευτέρῳ Θρᾳκικῶν. Πούπλιος Δέκιος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, Ῥώμην προσποιήσειν Ῥωμαίοις. ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν· ὡς Ἀριστείδης Μιλήσιος Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν· ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο Κυάνην· ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. λοιμωξάντων δὲ καὶ τοῦ Πυθίου εἰπόντος μὲν δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμόν, γνοῦσα ἡ Κυάνη καὶ ἐπιλαβομένη τῶν τριχῶν εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος Δοσίθεος ] Mueller. 4 p. 401 ἐν τῷ τρίτῳ Σικελικῶν. τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων, Ἀρούντιος Ἀρούντιος *: ἀρνούτιος ἐκ γενετῆς ὑδροπότης ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν· ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα Μεδουλλίναν. ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 321 ἐν τρίτῃ Ἰταλικῶν.