Βρέννος Γαλατῶν βασιλεὺς λεηλατῶν τὴν Ἀσίαν ἐπὶ Ἔφεσον ἦλθε, καὶ ἠράσθη παρθένου Δημονίκης Δημονίκης Stob. 10, 71: δημοτικῆς ἡ δὲ συνελθεῖν ὑπέσχετο, ἐὰν τὰ ψέλλια καὶ τὸν κόσμον τῶν γυναικῶν δῷ αὐτῇ, καὶ τὴν Ἔφεσον προδοῦναι ὁ δʼ ἠξίωσε τοὺς στρατιώτας ἐμβαλεῖν εἰς τὸν κόλπον ὃν εἶχον χρυσὸν τῆς φιλαργύρου. ποιησάντων δέ, ὑπὸ τῆς δαψιλείας τοῦ χρυσοῦ ζῶσα κατεχώσθη · καθάπερ ἱστορεῖ Κλειτοφῶν Κλειτοφῶν ] cf. Lib. de Fluviis 6, 4 ἐν πρώτῳ Γαλατικῶν. Ταρπηΐα τῶν εὐσχημόνων παρθένων τοῦ Καπιτωλίου φύλαξ, Ῥωμαίων πρὸς Σαβίνους πολεμούντων, ὑπέσχετο τῷ Τατίῳ δώσειν εἴσοδον εἰς τὸ Ταρπήιον ὄρος, ἐὰν μισθὸν λάβῃ τοὺς ὅρμους, οὓς ἐφόρουν κόσμου χάριν. Σαβῖνοι δὲ ποιήσαντες ζῶσαν κατέχωσαν ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 323 Μιλήσιος ἐν Ἰταλικοῖς. Τεγεάταις καὶ Φενεάταις χρονίου πολέμου γενομένου, ἔδοξε τριδύμους ἀδελφοὺς πέμψαι τοὺς μαχησομένους περὶ τῆς νίκης. καὶ Τεγεᾶται μὲν οὖν τοὺς Ῥηξιμάχου παῖδας, Φενεᾶται δὲ τοὺς Δημοστράτου προυβάλοντο. προυβάλοντο *: προυβάλλοντο συμβληθείσης δὲ τῆς μάχης, ἐφονεύθησαν τῶν Ῥηξιμάχου δύο· ὁ δὲ τρίτος τοὔνομα Κριτόλαος στρατηγήματι περιεγένετο τῶν δύο· προσποιητὴν γὰρ φυγὴν σκηψάμενος καθʼ ἕνα τῶν διωκόντων ἀνεῖλε. καὶ ἐλθόντος, οἱ μὲν ἄλλοι συνεχάρησαν, μόνη δʼ οὐκ ἐχάρη ἡ ἀδελφὴ Δημοδίκη· πεφονεύκει γὰρ αὐτῆς τὸν κατηγγυημένον ἄνδρα Δημόδικον. ἀναξιοπαθήσας δʼ ὁ Κριτόλαος ἀνεῖλεν αὐτήν. φόνου δʼ ἀγόμενος ὑπὸ τῆς μητρὸς ἀπελύθη τῶν ἐγκλημάτων τῶν ἐγκλημάτων ] τοῦ ἐγκλήματος Stob. 39, 32 ὡς Δημάρατος Δημάρατος ] Mueller. 4 p. 379 ἐν δευτέρῳ Ἀρκαδικῶν. Ῥωμαῖοι καὶ Ἀλβανοὶ πολεμοῦντες τριδύμους προμάχους εἵλοντο, καὶ Ἀλβανοὶ μὲν Κουριατίους, Ῥωμαῖοι δʼ Ὡρατίους. συμβληθείσης δὲ τῆς μάχης, οἱ Κουριάτιοι δύο τῶν ἐναντίων ἀνεῖλον· ὁ δὲ περίλοιπος φυγῇ προσποιητῇ συμμάχῳ χρώμενος ἐφόνευσε καθʼ ἕνα τῶν ἐπιδιωκόντων. χαρέντων δὲ πάντων, μόνη ἡ ἀδελφὴ οὐ συνεχάρη Ὡρατία τὸν κατηγγυημένον ἄνδρα Κουριάτιον ἀνῃρηκότι· ὁ δʼ ἐφόνευσε τὴν ἀδελφὴν ὥς φησιν Ἀριστείδης Ἀριστείδης ] idem 4 p. 323 ὁ Μιλήσιος ἐν Ἰταλικοῖς. ἐν Ἰλίῳ τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος, προσδραμὼν Ἶλος τὸ διοπετὲς ἥρπασε παλλάδιον καὶ ἐτυφλώθη οὐ γὰρ ἐξῆν ἐξῆν W: ἐξὸν ὑπʼ ἀνδρὸς βλέπεσθαι ὕστερον δʼ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος Δέρκυλλος ] Mueller. 4 p. 387 ἐν πρώτῳ *kti/sewn . Ἀντύλος Ἀντύλος ] Μέτελλος Basileensis ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη· ὕστερον δʼ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 323 Μιλήσιος ἐν Ἰταλικοῖς. Θρᾶικες Ἀθηναίοις πολεμοῦντες χρησμὸν ἔλαβον, ὡς, ἐὰν Κόδρου φείσωνται, νικῆσαι; ὁ δὲ δρέπανον λαβὼν ἧκεν εἰς τοὺς ἐναντίους ἐν εὐτελοῦς σχήματι, καὶ ἕνα φονεύσας ὑπὸ θατέρου ἀνῃρέθη. οὕτω τʼ ἐνίκησαν οἱ Ἀθηναῖοι· ὡς Σωκράτης Σωκράτης ] Σώστρατος idem 4 p. 504 ἐν δευτέρῳ Θρᾳκικῶν. Πούπλιος Πούπλιος Δέκιος πρὸς Ἀλβανοὺς πολεμῶν ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, Ῥώμην προσποιήσειν Ῥωμαίοις. ἐλθὼν εἰς μέσους καὶ πολλοὺς φονεύσας ἀνῃρέθη. ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσῳσεν ὡς Ἀριστείδης Μιλήσιος Κυάνιππος γένει Συρακούσιος μόνῳ Διονύσῳ οὐκ ἔθυεν ὁ δὲ θεὸς ὀργισθεὶς μέθην ἐνέσκηψε, καὶ ἐν τόπῳ σκοτεινῷ τὴν θυγατέρα ἐβιάσατο Κυάνην ἡ δὲ τὸν δακτύλιον περιελομένη ἔδωκε τῇ τροφῷ, ἐσόμενον ἀναγνώρισμα. λοιμωξάντων δὲ καὶ τοῦ Πυθίου εἰπόντος μὲν δεῖν τὸν ἀσεβῆ τροπαίοις θεοῖς; σφαγιάσαι, τῶν δʼ ἄλλων ἀγνοούντων τὸν χρησμόν, γνοῦσα ἡ Κυάνη καὶ ἐπιλαβομένη τῶν τριχῶν εἷλκε, καὶ αὐτὴ κατασφάξασα τὸν πατέρα ἑαυτὴν ἐπέσφαξε· καθάπερ Δοσίθεος Δοσίθεος ] Mueller. 4 p. 401 ἐν τῷ τρίτῳ Σικελικῶν. τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων, Ἀρούντιος Ἀρούντιος *: ἀρνούτιος ἐκ γενετῆς ὑδροπότης; ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν· ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα Μεδουλλίναν. ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης Ἀριστείδης ] Mueller. 4 p. 321 ἐν τρίτῃ Ἰταλικῶν.