<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="48" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί ἐν Λακεδαίμονι παρὰ τὸ τῶν Λευκιππίδων ἱερὸν ἵδρυται τοῦ Ὀδυσσέως ἡρῷον;</q> Ἐργίαιος, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐργίαιος</foreign>] <foreign xml:lang="grc">Ἐργίνος</foreign>?</note> εἷς τῶν Διομήδους ἀπογόνων, ὑπὸ Τημένου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τημένου</foreign> * hic et infra: <foreign xml:lang="grc">τημενοῦ</foreign> </note> <milestone n="302d" unit="stephpage" xml:id="stephpage-302d"/> πεισθεὶς ἐξέκλεψε τὸ παλλάδιον ἐξ Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος· ἦν δʼ οὗτος <milestone n="25" unit="tlnum"/> εἷς τῶν Τημένου συνήθων. ὕστερον δὲ τῷ Τημένῳ γενόμενος διʼ ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα μετέστη τὸ παλλάδιον κομίζων. οἱ δὲ βασιλεῖς <pb xml:id="v.2.p.348"/> δεξάμενοι προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς Δελφοὺς διεμαντεύοντο περὶ σωτηρίας αὐτοῦ καὶ φυλακῆς. ἀνελόντος δὲ τοῦ θεοῦ ἕνα τῶν ὑφελομένων τὸ παλλάδιον <milestone n="5" unit="tlnum"/> φύλακα ποιεῖσθαι, κατεσκεύασαν αὐτόθι τοῦ Ὀδυσσέως τὸ ἡρῷον, ἄλλως τε καὶ προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες <milestone n="302e" unit="stephpage" xml:id="stephpage-302e"/> </p></div><div n="49" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι, <milestone n="10" unit="tlnum"/> τὴν ἑτέραν περικαλύπτεσθαι παρειάν;</q> πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως Ζειποίτου δὲ βασιλεύσαντος αὐτῶν, πανστρατιᾷ, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πανστρατιᾷ</foreign>] fort. transponendum post <foreign xml:lang="grc">τοῦ Ζειποίτου</foreign> (lin. 15) vel ante</note> καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν, ἐπιθεμένου <milestone n="15" unit="tlnum"/> δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας· καὶ παντελῶς <milestone n="302f" unit="stephpage" xml:id="stephpage-302f"/> μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν <milestone n="20" unit="tlnum"/> ἐρημίας ἀνδρῶν κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς <milestone n="303a" unit="stephpage" xml:id="stephpage-303a"/> καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ <milestone n="25" unit="tlnum"/> προσώπου τῆς καλύπτρας. αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν. <pb xml:id="v.2.p.349"/> </p></div><div n="50" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶς</foreign> *: <foreign xml:lang="grc">ὄϊς</foreign> </note> προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν;</q> ἦ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο; <milestone n="5" unit="tlnum"/> </p></div><div n="51" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν;</q> ἦ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν ἄκρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄκρων</foreign> Madvigius: <foreign xml:lang="grc">ἀγρῶν</foreign> </note> εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι <milestone n="10" unit="tlnum"/> <milestone n="303b" unit="stephpage" xml:id="stephpage-303b"/> τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης· ὅθεν ἄπιοι αἱ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἱ</foreign> *: <foreign xml:lang="grc">οἱ</foreign> </note> ἀχράδες ἐπωνομάσθησαν. </p></div></div></body></text></TEI>