τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι; τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ ὑπὸ W: ἀπὸ τοῦ χειμῶνος ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς· ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν ἕκαστοι τοὺς σεσῳσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτʼ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένους θιάσους, ἐν ᾗ καθʼ αὑτοὺς ἐφʼ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ οὐ πάρεστιν· εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ τούτου μονοφάγοι καλοῦνται. διὰ τί τοῦ Λαβρανδέως Λαβρανδέως * hic et infra: λαβραδέως Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν πεποίηται; ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον δέδωκεν. οἱ δὲ μετʼ Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων ἱερῶν ἐκ διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων Μυλασέων *: μυλέων ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ διαφθείρει, καὶ τὸν πέλεκυν εἰς Καρίαν ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων. καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα τὸν θεὸν προσηγόρευσε· Λυδοὶ γάρ λάβρυν τὸν πέλεκυν ὀνομάζουσι. διὰ τί Τραλλιανοὶ καθαρτῆρα καλοῦσι τὸν ὄροβον καὶ χρῶνται μάλιστα πρὸς τὰς ἀφοσιώσεις καὶ τοὺς καθαρμούς; ἦ ὅτι Λέλεγες καὶ Μινύαι τὸ παλαιὸν ἐξελάσαντες αὐτοὺς τὴν πόλιν καὶ τὴν χώραν κατεῖχον, ὕστερον δʼ οἱ Τραλλιανοὶ κατελθόντες καὶ κρατήσαντες, ὅσοι τῶν Λελέγων οὐ διεφθάρησαν οὐδʼ ἔφυγον ἀλλὰ διʼ ἀμηχανίαν βίου καὶ ἀσθένειαν ὑπελείφθησαν αὐτόθι, τούτων οὐδένα λόγον ἔχοντες οὔτε ζώντων οὔτʼ ἀπολλυμένων, νόμον ἔθεντο τὸν κτείναντα Μινύην ἢ Λελέγην Λελέγην Λέλεγα ? Τραλλιανῶν καθαρὸν εἶναι, μέδιμνον ὀρόβων ἀπομετρήσαντα τοῖς οἰκείοις τοῦ φονευθέντος; διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδές ἐστι τὸ δεινότερα Σαμβίκου παθεῖν; λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφʼ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος ἱερόν· τοῦτο δʼ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δʼ Ἀριστάρχειον· εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι διʼ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι.