<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="41" subtype="section" type="textpart"><p rend="indent"><q>πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλεῶνα <milestone n="5" unit="tlnum"/> ποταμὸς Σκάμανδρος ὠνομάσθη;</q> Δηίμαχος ὁ Ἐλεῶνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, <milestone n="10" unit="tlnum"/> <milestone n="301b" unit="stephpage" xml:id="stephpage-301b"/> εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσίν· ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι τῷ Ἡρακλεῖ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">scrib. vid. aut <foreign xml:lang="grc">πρὸς τὸν Ἡρακλῆ</foreign> cum Herw. aut <foreign xml:lang="grc">προσέφυγε</foreign> cum W</note> κατέφυγε, καὶ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι <milestone n="15" unit="tlnum"/> γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλεῶνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον <milestone n="20" unit="tlnum"/> ποταμὸν ἀπʼ αὐτοῦ Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν <milestone n="301c" unit="stephpage" xml:id="stephpage-301c"/> δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν <q>παρθένους</q> προσαγορεύοντες <milestone n="25" unit="tlnum"/> </p></div><div n="42" subtype="section" type="textpart"><p rend="indent"><q>ἀπὸ τίνος ἐρρήθη <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐρρήθη</foreign> *: <foreign xml:lang="grc">ἐρρέθη</foreign> </note> τὸ παροιμιῶδες <q>αὕτα κυρία</q>;</q> Δίνων ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ <pb xml:id="v.2.p.345"/> τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιὰν <q>ἅδε</q> εἶπε <q>κρείσσων·</q> οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος ἐν Ῥυτίνῳ, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ῥυτίνῳ</foreign>] Mueller. 4 p. 650</note> τοῦ <milestone n="5" unit="tlnum"/> κήρυκος <q>αὗται πλείους</q> εἰπόντος, <q>ἀλλʼ αὗται</q> φάναι <q>βελτίους</q> καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν. <milestone n="301d" unit="stephpage" xml:id="stephpage-301d"/> </p></div><div n="43" subtype="section" type="textpart"><p rend="indent"><q>πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη;</q> διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου <milestone n="10" unit="tlnum"/> βιασθεῖσαν ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ πλειόνων δʼ ἐστὶν εἰρημένον. Ἴστρος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰστρος</foreign>] idem 1 p. 426</note> δʼ ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ τὸ Ἀλαλκομένιον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλαλκομένιον</foreign> *: <foreign xml:lang="grc">ἀλαλκομένειον</foreign> </note> ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα <milestone n="15" unit="tlnum"/> τέκοι, καὶ διὰ τοῦτʼ ἐκεῖνος ὥσπερ μητροπόλεως <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μητροπόλεως</foreign> S: <foreign xml:lang="grc">μεσοπόλεως</foreign> </note> ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φησὶ προσαγορεύεσθαι</foreign>] <foreign xml:lang="grc">προσαγορεύσειε</foreign> Huttenus</note> </p></div><div n="44" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι;</q> τῶν ἐπὶ <milestone n="301e" unit="stephpage" xml:id="stephpage-301e"/> τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν <milestone n="20" unit="tlnum"/> ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπὸ</foreign> W: <foreign xml:lang="grc">ἀπὸ</foreign> </note> τοῦ χειμῶνος ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς· <milestone n="25" unit="tlnum"/> ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν ἕκαστοι τοὺς σεσῳσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ <pb xml:id="v.2.p.346"/> διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτʼ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι <milestone n="301f" unit="stephpage" xml:id="stephpage-301f"/> τοὺς καλουμένους <q>θιάσους,</q> ἐν ᾗ καθʼ αὑτοὺς ἐφʼ <milestone n="5" unit="tlnum"/> ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ οὐ πάρεστιν· εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ τούτου <q>μονοφάγοι</q> καλοῦνται. </p></div><div n="45" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῦ Λαβρανδέως <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λαβρανδέως</foreign> * hic et infra: <foreign xml:lang="grc">λαβραδέως</foreign> </note> Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν <milestone n="10" unit="tlnum"/> πεποίηται;</q> ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον δέδωκεν. οἱ δὲ μετʼ Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων <milestone n="302a" unit="stephpage" xml:id="stephpage-302a"/> ἱερῶν ἐκ διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης <milestone n="15" unit="tlnum"/> ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μυλασέων</foreign> *: <foreign xml:lang="grc">μυλέων</foreign> </note> ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ διαφθείρει, καὶ τὸν πέλεκυν εἰς Καρίαν ἐκόμισε <milestone n="20" unit="tlnum"/> μετὰ τῶν ἄλλων λαφύρων. καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα τὸν θεὸν προσηγόρευσε· Λυδοὶ γάρ <q>λάβρυν</q> τὸν πέλεκυν ὀνομάζουσι. </p></div></div></body></text></TEI>