<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="36" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς <milestone n="15" unit="tlnum"/> <milestone n="299b" unit="stephpage" xml:id="stephpage-299b"/> αὐτάς (ἔχει δʼ οὕτως ὁ ὕμνος <q>ἐλθεῖν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐλθεῖν</foreign>] Bergk 3 p. 656</note> ἥρω Διόνυσε, Ἀλείων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλείων</foreign> idem: <foreign xml:lang="grc">ἅλιον</foreign> </note> ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων.</q> εἶτα δὶς ἐπᾴδουσιν ἄξιε <q>ταῦρε</q>);</q> πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν, ἢ τῷ μεγάλῳ ποδὶ <q>βοέῳ</q> <milestone n="20" unit="tlnum"/> λέγουσιν, ὡς <q>βοῶπιν</q> ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ <q>βουγάιον</q> τὸν μεγάλαυχον; <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. A 551 passim. N 824</note> ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κερασφόρον</foreign>] <foreign xml:lang="grc">κέρας σφοδρὸν καὶ</foreign> Patzigius. An <foreign xml:lang="grc">κέρας φοβερὸν καὶ</foreign>?</note> ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρότου</foreign> W: <foreign xml:lang="grc">ἀρότρου</foreign> </note> καὶ σπόρου πολλοὶ τὸν θεὸν <milestone n="25" unit="tlnum"/> ἀρχηγὸν γεγονέναι νομίζουσι; </p></div><div n="37" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν <milestone n="299c" unit="stephpage" xml:id="stephpage-299c"/> <pb xml:id="v.2.p.340"/> Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος; <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τόπος οὕτω προσαγορευόμενος</foreign>] del. Herwerdenus</note> ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ υἱὸν Ἐφίππου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐφίππου</foreign>] del. W</note> <milestone n="5" unit="tlnum"/>Ἀκέστορα</q> Ποίμανδρος τοίνυν ὁ Ἐφίππου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐφίππου</foreign>] del. W</note> πατήρ, ἔτι τῆς Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν ἐτείχισε. <milestone n="10" unit="tlnum"/> παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυλίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον. ὀργισθεὶς <milestone n="299d" unit="stephpage" xml:id="stephpage-299d"/> ὁ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign>] <foreign xml:lang="grc">οὖν ὁ</foreign>?</note> Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, νυκτελίοις ἱεροῖς ἐπικείμενος· τοῦτον ἀνασπάσας ὑπʼ <milestone n="15" unit="tlnum"/> ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς τὴν Ταναγρικὴν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ταναγρικὴν</foreign> *: <foreign xml:lang="grc">ταναγραϊκὴν</foreign> </note> <milestone n="20" unit="tlnum"/> τῶν Ἀχαιῶν. ἔπεμψεν οὖν Ἔφιππον τὸν υἱὸν Ἀχιλλέως δεησόμενον. ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν ὄντας. ὑφʼ ὧν ὁ Ποίμανδρος <milestone n="299e" unit="stephpage" xml:id="stephpage-299e"/> εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρʼ Ἐλεφήνορι <milestone n="25" unit="tlnum"/> τὸν φόνον, ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν. </p></div><div n="38" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες <pb xml:id="v.2.p.341"/> αἱ Ὀλεῖαι;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἱ Ὀλεῖαι</foreign> M: <foreign xml:lang="grc">αἰολεῖαι</foreign> </note> τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λευκίππης λαχούσης</foreign>] <foreign xml:lang="grc">Λευκίππην λαχοῦσαν</foreign>?</note>, παρασχεῖν Ἵππασον τὸν υἱὸν <milestone n="5" unit="tlnum"/> διασπάσασθαι· καὶ κληθῆναι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ κληθῆναι</foreign> *: <foreign xml:lang="grc">κληθῆναι</foreign> </note> τοὺς μὲν ἄνδρας αὐτῶν <milestone n="299f" unit="stephpage" xml:id="stephpage-299f"/> δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους <term>ψολόεις,</term> αὐτὰς δὲ <term>ὀλείας</term> οἷον ὀλοάς. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὰς - ὀλοάς</foreign> M: <foreign xml:lang="grc">τὰς αἰολείας οἰωνολόας</foreign> </note> καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ <milestone n="10" unit="tlnum"/> καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς. ἀπέβη δʼ εἰς <milestone n="300a" unit="stephpage" xml:id="stephpage-300a"/> οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἐκ τοῦ τυχόντος ἑλκειδίου νοσήσας καὶ διασαπεὶς πολὺν <milestone n="15" unit="tlnum"/> χρόνον ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον. </p></div><div n="39" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας <milestone n="20" unit="tlnum"/> ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὑπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐλευθεὰς</foreign> * hic et infra: <foreign xml:lang="grc">ἐλευθέρας</foreign> </note> ἀποστέλλουσι;</q> πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ <q>εἰς Ἐλευθεράς</q>, οἷον τὸ <q>εἰς Ἀμελοῦς χώραν</q> καὶ τὸ <q>ἥξεις εἰς Ἀρέσαντος <milestone n="25" unit="tlnum"/> ἕδος</q> ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάωνος <milestone n="300b" unit="stephpage" xml:id="stephpage-300b"/> παίδων Ἐλευθὴρ καὶ Λεβεάδος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λέβαδος</foreign>?</note> οὐ μετέσχον τοῦ περὶ <pb xml:id="v.2.p.342"/> τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους. ἢ ὡς Ἀρχίτιμος <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀρχίτιμος</foreign>] Mueller. 4 p. 317</note> ἐν τοῖς <milestone n="5" unit="tlnum"/>Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διοσημίαις</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">διοσημείαις</foreign> </note> ἄλλαις κατασχεθῆναι· ἀφʼ οὗ δὴ καὶ τὸν <milestone n="10" unit="tlnum"/> τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. τὸ <milestone n="300c" unit="stephpage" xml:id="stephpage-300c"/> μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔσχηκε</foreign> W: <foreign xml:lang="grc">ἐσχηκέναι</foreign> </note> δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν, ἢ ὅτι θανατοῦται μὲν <milestone n="15" unit="tlnum"/> ὁ ἐμβάς, τῶν δʼ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος; καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφος ὁ ἐμβὰς <milestone n="20" unit="tlnum"/> καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ <milestone n="300d" unit="stephpage" xml:id="stephpage-300d"/> τοῦ πολέμου καὶ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. Huttenus</note> φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος <milestone n="25" unit="tlnum"/> ἀποδιδόναι τὸν ἔλαφον. </p></div><div n="40" subtype="section" type="textpart"><p rend="indent"><q>τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ <pb xml:id="v.2.p.343"/> τίνα αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;</q> Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. καλὸς δʼ ὢν καὶ δίκαιος οὐχ <milestone n="5" unit="tlnum"/> ἧττον ἦν σώφρων καὶ αὐστηρός· ἐρασθῆναι δʼ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων <milestone n="300e" unit="stephpage" xml:id="stephpage-300e"/> ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρίψατο, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπετρίψατο</foreign> Cobetus: <foreign xml:lang="grc">ἀπετρέψατο</foreign> </note> καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατʼ <milestone n="10" unit="tlnum"/> ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς Ἔχεμον καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον. ὁ δʼ Ἐλιεὺς <milestone n="300f" unit="stephpage" xml:id="stephpage-300f"/> ἐκείνους ἔδησεν· ἡ δʼ Ὄχνη μεταμελομένη καὶ γέμουσα <milestone n="15" unit="tlnum"/> ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δʼ οἰκτίρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν <milestone n="20" unit="tlnum"/> ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε. τοῦ δʼ Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐτηρεῖτο</foreign> W: <foreign xml:lang="grc">ἐτήρει</foreign> </note> καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν <milestone n="25" unit="tlnum"/> <milestone n="301a" unit="stephpage" xml:id="stephpage-301a"/> ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς γυναικὸς <pb xml:id="v.2.p.344"/> ἐμβεβηκυίας εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διοκλῆς</foreign>] Mueller. 3 p. 78</note> ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν. </p></div></div></body></text></TEI>