<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="31" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων <milestone n="15" unit="tlnum"/> γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;</q> ἦ ὅτι ταῖς <milestone n="298c" unit="stephpage" xml:id="stephpage-298c"/> αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος, ἐξαίφνης ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι; <milestone n="20" unit="tlnum"/> </p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;</q> τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα περιστήσαντες εἰς τὴν <milestone n="25" unit="tlnum"/> ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες· <milestone n="298d" unit="stephpage" xml:id="stephpage-298d"/> κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ <q>ἀειναῦται</q> προσηγορεύθησαν. <pb xml:id="v.2.p.338"/> </p></div><div n="33" subtype="section" type="textpart"><p rend="indent"><q>τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον <q>ἀκμαίων λέσχην</q> καλοῦσι;</q> τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ <milestone n="5" unit="tlnum"/> δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς. ἐκδιδόναι μὲν οὖν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign> *</note> αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον <milestone n="10" unit="tlnum"/> παρεφύλαττον. <milestone n="298e" unit="stephpage" xml:id="stephpage-298e"/> </p></div><div n="34" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ βοῦν εὐεργέτῃ θύσας;</q> πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ τὸν νοῦν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸν νοῦν</foreign> *: <foreign xml:lang="grc">οὖν</foreign> </note> κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος <milestone n="15" unit="tlnum"/> ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς ὑπʼ αὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος. ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν <milestone n="20" unit="tlnum"/> προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ <milestone n="298f" unit="stephpage" xml:id="stephpage-298f"/> καὶ ἀργύριον τῇ πίττῃ καταμεμιγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ παροιμιαζόμενοι λέγουσιν <q>οὐδεὶς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδεὶς</foreign>] <foreign xml:lang="grc">οὐδὲ εἰς</foreign> M</note> εὐεργέτῃ βοῦν <milestone n="25" unit="tlnum"/> ἔθυσεν ἀλλʼ ἢ Πυρρίας</q> </p></div><div n="35" subtype="section" type="textpart"><p rend="indent"><q>τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις <q>ἴωμεν εἰς Ἀθήνας;</q> </q> Κρῆτάς <pb xml:id="v.2.p.339"/> φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν <milestone n="299a" unit="stephpage" xml:id="stephpage-299a"/> οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι, ἔπειτα τῆς Θρᾴκης <milestone n="5" unit="tlnum"/> τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς <milestone n="10" unit="tlnum"/>Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς <q>ἴωμεν εἰς Ἀθήνας</q> </p></div></div></body></text></TEI>