<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="26" subtype="section" type="textpart"><p rend="indent"><q>τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἴνου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰνου</foreign>] <foreign xml:lang="grc">Αἰνύνων</foreign> W. Malim. <foreign xml:lang="grc">Αἰνίας</foreign> </note> τὰς παρθένους <milestone n="25" unit="tlnum"/> προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων <quote rend="blockquote"> μήποτε <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μήποτε</foreign>] cf. Hom. <foreign xml:lang="grc">ς</foreign> 174 <foreign xml:lang="grc">τ</foreign> 298</note> νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν</quote>;</q> Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον <pb xml:id="v.2.p.335"/> ᾤκησαν περὶ τὴν Αἰθακίαν, εἶτα περὶ τὴν Μολοσσίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις <milestone n="297c" unit="stephpage" xml:id="stephpage-297c"/> εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ <milestone n="5" unit="tlnum"/> βασιλέως ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς <milestone n="10" unit="tlnum"/> εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας. </p></div><div n="27" subtype="section" type="textpart"><p rend="indent"><q>τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ;</q> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦ</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">ἢ</foreign> </note> ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγύησεν Ὀκριδίωνι; Κέρκαφος <milestone n="15" unit="tlnum"/> δʼ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ <milestone n="297d" unit="stephpage" xml:id="stephpage-297d"/> μετέρχεσθαι τὰς νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ <milestone n="20" unit="tlnum"/> τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε. τοῖς δὲ Ῥοδίοις ἔθος κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν. </p></div><div n="28" subtype="section" type="textpart"><p rend="indent"><q>τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως <milestone n="25" unit="tlnum"/> ἐν τῷ ἱερῷ μνησθῆναι;</q> ἦ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, <pb xml:id="v.2.p.336"/> <milestone n="297e" unit="stephpage" xml:id="stephpage-297e"/> διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ <milestone n="5" unit="tlnum"/> τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθῃ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λάθῃ</foreign> *: <foreign xml:lang="grc">λάθοι</foreign> </note> κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου <milestone n="297f" unit="stephpage" xml:id="stephpage-297f"/> καλὴν οὖσαν ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· <milestone n="10" unit="tlnum"/> ὁ Ἀχιλλεὺς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ Ἀχιλλεὺς</foreign> *: <foreign xml:lang="grc">ὁ δ’ Αχιλλεὺς</foreign> </note> πεσόντα γνωρίσας, τὸν μὲν οἰκέτην ἀπέκτεινεν, ὅτι παρὼν οὐκ ἀνέμνησε· τὸν δὲ Τένην ἔθαψεν, οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται. </p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης;</q> Ἐπιδάμνιοι <milestone n="15" unit="tlnum"/> γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμιγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν <milestone n="20" unit="tlnum"/> <milestone n="298a" unit="stephpage" xml:id="stephpage-298a"/> τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις <q>πωλήτης</q> προσαγορευόμενος. </p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ περὶ Θρᾴκην Ἀραίνου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀραίνου</foreign>] <foreign xml:lang="grc">Ἀραίου</foreign>?</note> ἀκτή;</q> Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, <milestone n="25" unit="tlnum"/> τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ᾐσθάνοντο <pb xml:id="v.2.p.337"/> τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέγα βοήσας</foreign> Patzigius: <foreign xml:lang="grc">μετὰ βοῆς</foreign> </note> <q>Ἀνδρίων</q> ἔφη <q>παισὶν <milestone n="5" unit="tlnum"/> <milestone n="298b" unit="stephpage" xml:id="stephpage-298b"/> αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν.</q> ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι καὶ οἱ Σάμιοι τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, <milestone n="10" unit="tlnum"/> ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν· καὶ διὰ τοῦτο προσηγόρευσαν <q>ἀκτὴν Ἀραίνου,</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀραίνου</foreign>] <foreign xml:lang="grc">Ἀραίου</foreign>?</note> πρότερον ὀνομαζομένην Δράκοντος </p></div></div></body></text></TEI>