<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc4" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ ἀποσφενδόνητοι;</q> Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος <milestone n="20" unit="tlnum"/> ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς <milestone n="293b" unit="stephpage" xml:id="stephpage-293b"/> ἀπέπλευσαν οἴκαδε, προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες, μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε <milestone n="25" unit="tlnum"/> βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ<pb xml:id="v.2.p.325"/> πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρόγονον</foreign>] <foreign xml:lang="grc">ἀπόγονον</foreign> W</note> ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων <q>ἀποσφενδόνητοι</q> προσωνομάσθησαν. <milestone n="5" unit="tlnum"/> </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ παρὰ Δελφοῖς Χάριλα;</q> τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, ὧν τὴν μὲν <milestone n="293c" unit="stephpage" xml:id="stephpage-293c"/>Στεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλαν. τὸ μὲν οὖν Στεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν <milestone n="10" unit="tlnum"/> μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως. οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς τελευτῆς· κατέλαβε γὰρ <milestone n="15" unit="tlnum"/> αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ παιδός</foreign>] <foreign xml:lang="grc">τῆς παιδός</foreign>?</note> ᾧ ὄνομα ἦν Αἴξ, ὡς λέγουσι. τὸ μὲν οὖν Στεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. τῆς δʼ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, <milestone n="20" unit="tlnum"/> <milestone n="293d" unit="stephpage" xml:id="stephpage-293d"/> ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε. περὶ δὲ τῆς Χαρίλας τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε, καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν ἀλφίτων <milestone n="25" unit="tlnum"/> καὶ τῶν χεδρόπων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χεδρόπων</foreign> *: <foreign xml:lang="grc">χεδροπῶν</foreign> </note> μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, <pb xml:id="v.2.p.326"/> ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> Huttenus: <foreign xml:lang="grc">τε</foreign> </note> τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ λύσασα τὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος <milestone n="5" unit="tlnum"/> <milestone n="293e" unit="stephpage" xml:id="stephpage-293e"/> δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλαν ἱλάσκεσθαι παρθένον αὐτοθάνατον. μόλις οὖν ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ ῥαπισθείσῃ παιδί, μεμιγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν ἐπιτελοῦσιν <milestone n="10" unit="tlnum"/> ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν. προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς <milestone n="293f" unit="stephpage" xml:id="stephpage-293f"/>Χαρίλας παιδικὸν εἴδωλον· ὅταν οὖν πάντες λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, <milestone n="15" unit="tlnum"/> ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλαν ἀπαγξαμένην ἔθαψαν. </p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><q>τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Αἰνιᾶσι</foreign> * hic et infra: <foreign xml:lang="grc">αἰνειᾶσι</foreign> </note> πλείονες <milestone n="20" unit="tlnum"/> γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. ἐκεῖθεν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖθεν</foreign>] <foreign xml:lang="grc">ἔπειτ’ ἐκεῖθεν</foreign>?</note> τῆς Μολοσσίας τὴν περὶ τὸν Ἀραούαν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀραούαν</foreign>] <foreign xml:lang="grc">Αὔον</foreign> X</note> χώραν κατέσχον, ὅθεν ὠνομάσθησαν <milestone n="294a" unit="stephpage" xml:id="stephpage-294a"/>Παραοῦαι. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Παραοῦαι</foreign>] <foreign xml:lang="grc">Παραύαιοι</foreign> X. Melius <foreign xml:lang="grc">Παραυαῖοι</foreign> </note> μετὰ ταῦτα Κίρραν κατέσχον· ἐν δὲ Κίρρῃ καταλεύσαντες <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταλεύσαντες</foreign> X: <foreign xml:lang="grc">καταπλεύσαντες</foreign> </note> Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν <pb xml:id="v.2.p.327"/> κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δʼ ἂν λάβωσι παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν <milestone n="5" unit="tlnum"/>Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαιτήσων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς προσαιτήσων</foreign> *: <foreign xml:lang="grc">καὶ προσαίτης ὢν</foreign> </note> ἀφίκετο πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον ἐπιδόντος αὐτῷ, <milestone n="294b" unit="stephpage" xml:id="stephpage-294b"/> δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ ἀφανὴς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐμφανὴς</foreign> M</note> ἦν ἠγαπηκὼς τὸ δῶρον· ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν <milestone n="10" unit="tlnum"/> προσαιτήσας. οἱ δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι <milestone n="15" unit="tlnum"/> καθʼ ἑκατόμβης. ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον· ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα <milestone n="20" unit="tlnum"/> <milestone n="294c" unit="stephpage" xml:id="stephpage-294c"/> καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ. κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. ὅταν δὲ τῷ Ἀπόλλωνι <milestone n="25" unit="tlnum"/> τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι, καὶ <q>πτωχικὸν κρέας</q> ἐπονομάζουσι. <pb xml:id="v.2.p.328"/> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ παρʼ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος;</q> τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δʼ ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος <milestone n="5" unit="tlnum"/> ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν <milestone n="294d" unit="stephpage" xml:id="stephpage-294d"/> ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθʼ ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς <milestone n="10" unit="tlnum"/>Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐκέλευσε τοὺς Ἰθακησίους. ἦν δʼ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα <q>φαγίλων·</q> <q>φάγιλον</q> δέ φησιν Ἀριστοτέλης <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fragm. 464</note> τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος <milestone n="15" unit="tlnum"/> κατέμιξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κολιαδῶν</foreign> X: <foreign xml:lang="grc">κολιδῶν</foreign>. Sed cf. Hesych. v. <foreign xml:lang="grc">Κολλίδαι</foreign> </note> ἀπʼ Εὐμαίου καὶ Βουκολιδῶν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βουκολιδῶν</foreign> Rosius (coll. Eust. ad Il. O 338 p. 1018): <foreign xml:lang="grc">βουκολιῶν</foreign> </note> ἀπὸ Φιλοιτίου. </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς;</q> Φυσκίου <milestone n="294e" unit="stephpage" xml:id="stephpage-294e"/> τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκρός· ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὀποῦς</foreign> idem ex Eust. ad Il. B 531 p. 277: <foreign xml:lang="grc">λοκρός</foreign> </note> πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ <milestone n="20" unit="tlnum"/> συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλασσαν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι <milestone n="25" unit="tlnum"/> πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φυσκεῖς καὶ Ὑάντειαν, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὑάντειαν</foreign> idem: <foreign xml:lang="grc">ὑάνθειαν</foreign> </note> καὶ τὰς ἄλλας, ὅσας οἱ <pb xml:id="v.2.p.329"/> <milestone n="294f" unit="stephpage" xml:id="stephpage-294f"/> κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] malim <foreign xml:lang="grc">δὲ διὰ</foreign></note> Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ, <milestone n="5" unit="tlnum"/> τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω· <milestone n="10" unit="tlnum"/> <milestone n="295a" unit="stephpage" xml:id="stephpage-295a"/> <quote rend="blockquote"> τὴν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν</quote> </p></div></div></body></text></TEI>