τίς ὁ παρὰ Βοιωτοῖς πλατιοικέτας πλατιοικέτας Bechtel: πλατυχαίτας . ; τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον πλησίον Wyttenbach: πλεῖστον . ἔχοντας. παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν.... τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν ὅσιος ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε ἅτε Xylander: ἃ , or οἱ or ὡς . γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. ὁ δὲ βύσιος μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες Βίλιππον Βίλιππον Basel ed. of 1542: βίλιππον γὰρ . καὶ βαλακρὸν καὶ Βερονίκην λέγοντες, ἀλλʼ ἀντὶ τοῦ π · καὶ γὰρ τὸ πατεῖν βατεῖν καὶ τὸ πικρὸν βικρὸν ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ βύσιος, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· τοῦτο τοῦτο Bernardakis: τὸ . γὰρ ἒννομον ἔννομον Weniger: ἐννοεῖν . καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον πολύφθοον Aldine edition: πολύφθονον . ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὁτὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι. τί τὸ φυξίμηλον; τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, ἐπινεμομένων Wyttenbach and E: ἐπιγενομένων . φυξίμηλα καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος. τίνες οἱ ἀποσφενδόνητοι; Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε. προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων ἀποσφενδόνητοι προσωνομάσθησαν.