ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται; ἢ ὅτι φεύγουσαι Διόνυσον Διόνυσον Wyttenbach: διονύσιον . αἱ Ἀμαζόνες ἐκ τῆς Ἐφεσίων χώρας εἰς Σάμον διέπλευσαν· ὁ δὲ ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν; τῶν δʼ ἐλεφάντων ἐλεφάντων Wilamowitz-Möllendorff ( cf . Hermes , xxxiii. 528); φθειράντων F.C.B.: φάντων . ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν· τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ὑπʼ ὑπʼ Halliday and one ms.: ἐπʼ . ἐκείνων ῥαγῆναι φθεγγομένων μέγα τι καὶ διάτορον. ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται; τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας, οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποίκοις οὖσι Σαμίων πέδας κομίζοντες, ὡς λέγεται, ἐπὶ τοὺς αἰχμαλώτους. ταῦτα δὲ οἱ γεωμόροι πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ πληρώσαντες τριάκοντα. τούτων ἐκπλέουσαι δύο πρὸ τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν οἱ δὲ στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους. ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν οἴκοι γεωμόρων ὀλιγαρχίαν. ἀφορμὴν δὲ παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους. λαβόντες οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ τισὶ Wyttenbach: τοῖς . τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συστῆναι μεθʼ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι· βουλευομένοις δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδʼ ἐκβαίνωσιν τῶν σκελῶν τῶν σκελῶν Helmbold: αὐτῶν . ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων. οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς διʼ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων τῶν γεωμόρων συγκαθεζομένων. εἶτα σημείου δοθέντος, οἱ Μεγαρεῖς προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας. οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης, τούς τε βουλομένους τῶν Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας ἀνέθηκαν, καὶ ἀπὸ τούτου πεδήτης ὁ οἶκος ὠνομάσθη. διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας; Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν ἄλλων ἄλλων E. Capps: νεῶν . διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας. ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος· ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ αὑτῷ Dübner: αὐτῷ . διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν. ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, Χαλκιόπην Wyttenbach, from Apollodorus, Bibliotheca , ii. 7. 8: Ἀλκιόπου . ἀνέλαβε στολὴν ἀνθίνην. διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι. πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν; ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς Μεγαρικῆς καὶ κατηυλίσθησαν κατηυλίσθησαν Wyttenbach: κατεκυλίσθησαν . ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις. τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν. οἱ μὲν οὖν Μεγαρεῖς διʼ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δὲ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν. οἱ δὲ ἀπὸ τοῦ γένους ἁμαξοκυλισταί προσηγορεύθησαν.