πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη; Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ τῷ Ἡρακλεῖ stands before κατέφυγε in the mss.; transferred here by Helmbold. κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δʼ ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφʼ αὐτοῦ ἀφ’ αὑτοῦ Helmbold: ἀπ’ αὐτοῦ . Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν παρθένους προσαγορεύοντες. ἀπὸ τίνος ἐρρήθη ἐρρήθη Bernardakis: ἐρρέθη or ἐρέθη . τὸ παροιμιῶδες αὕτα κυρία; Δίνων Δείνων Crönert: Δίνων . ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν, ἃδε, εἶπε, κρείσσων · οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος Ταραντίνων Ταραντίνων F.C.B.: ἐν Ῥυτίνῳ . τοῦ κήρυκος, αὗται πλείους, εἰπόντος, ἀλλʼ αὗται, φάναι, βελτίους, καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν. πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη; διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ πλειόνων δʼ ἐστὶν εἰρημένον. Ἴστρος δʼ ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ τὸ Ἀλεξανδρεὺς Ἀλαλκομένιον the spelling elsewhere: ἀλαλκομένειον . ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτʼ ἐκεῖνος ὥσπερ μητροπόλεως μητροπόλεως Stephanus: μεσοπόλεως . ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι. φησὶ προσαγορεύεσθαι ] προσαγορεύσειε Hutten. τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι; τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ ὑπὸ Wyttenbach: ἀπὸ . τοῦ χειμῶνος. ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς, ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν ἕκαστοι τοὺς σεσωσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτʼ οὖν ἀπομιμούμενοι τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένους θιάσους, ᾗ καθʼ αὑτοὺς ἐφʼ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ οὐ πάρεστιν εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ τούτου μονοφάγοι καλοῦνται. διὰ τί τοῦ Λαβρανδέως Λαβρανδέως Wyttenbach (from Herodotus, v. 119): λαβραδέως . Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν πεποίηται; ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον ἔδωκεν. ἔδωκε F.C.B.: δέδωκεν . οἱ δὲ μετʼ Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων ἱερῶν ἐκ διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων Μυλασέων Xylander: μυλέων . ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ διέφθείρε, διέφθειρε Helmbold: διαφθείρει . καὶ τὸν πέλεκυν εἰς Καρίαν ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων. καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα Λαβρανδέα Wyttenbach (from Herodotus, v. 119): λαβραδέα . τὸν θεὸν προσηγόρευσε· Λυδοὶ γάρ λάβρυν τὸν πέλεκυν ὀνομάζουσι.