τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ; ἑξήκοντα προκρίτοις ἀνδράσιν προκρίτοις ἀνδράσιν Meziriacus: προκρίτους ἄνδρας . ἐκ τῶν ἀρίστων οἷον ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων· ἐκαλοῦντο δὲ ἀμνήμονες, ὡς ἂν τις εἰκάσειε, διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ Δία πολυμνήμονές τινες ὄντες. ὁ δὲ τὰς γνώμας ἐρωτῶν ἀφεστήρ. τίνες οἱ παρʼ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί; Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπʼ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας, καὶ μὴ ἐξεῖναι χρηστοὺς ποιεῖν. ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν. τίς ὁ παρʼ Ὀπουντίοις κριθολόγος; οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ παλαιὰς θυσίας ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων τῶν πολιτῶν. τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς κριθολόγον ὠνόμαζον. δύο δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια. τίνες αἱ πλωιάδες νεφέλαι; τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας ἐκάλουν πλωιάδας, ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν, ἐπεὶ καὶ αἱ πλωιάδες αὗται νεφέλαι αἱ καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης.