τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος Αἰνίδος F.C.B., cf. Αἰνίδι S.G.D.I. 1431 (for Αἰνίᾳ ?); Αἰνίας Bernardakis; Αἰνιάνων Wyttenbach: Αἴνου . τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν; Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθικίαν, Αἰθικίαν F.C.B., cf. 293 f: Αἰθακίαν . εἶτα περὶ τὴν Μολοττίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου Οἰνόκλου... Οἴνοκλον ] Ὀνόκλου ... Ὄνοκλον , most mss. cf. 294 a. τοῦ βασιλέως ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον Οἴνοκλον ] Ὄνοκλον most mss. cf. 294 a. καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας. τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ; ἢ ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγγύησεν Ὀκριδίωνι; Κέρκαφος δʼ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε. τοῖς δὲ Ῥοδίοις ἔθος ἔθος is omitted in some mss. κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν. τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι; ἢ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος Μόλπος ] Εὔμολπος Apollodorus, Epitome , iii. 24. ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι ἀπαγορεῦσαι ] ἀγορεῦσαι in all mss. but one. μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου καλὴν οὖσαν ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· ὁ δʼ Ἀχιλλεὺς πεσόντα γνωρίσας γνωρίσας ] ἐγνώρισε in one ms. (E). τὸν μὲν οἰκέτην ἀπέκτεινεν ὅτι παρὼν οὐκ ἀνέμνησε, τὸν δὲ Τένην ἔθαψεν οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται. τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης; Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμειγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης ʼ προσαγορευόμενος. τίς ἡ περὶ Θρᾴκην Ἀραίνου Ἀραίνου ] Ἀραίου ? Bernardakis; ἀραοῦ, ἀράνου most mss. ἀκτή; Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ἠσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας μέγα βοήσας Patzig: μετὰ βοῆς or βολῆς . Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν Ἀραίνου, Ἀραίνου ] Ἀραίου ? Bernardakis: ἀραοῦ, ἀράνου most mss. πρότερον ὀνομαζομένην Δράκοντος.