<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084b.perseus-grc3" type="edition" xml:lang="grc"><div n="20" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος;</q></p><p rend="indent"><milestone n="296a" unit="stephpage" xml:id="stephpage-296a"/>Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν· ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ὠμοῦ</foreign> Madvig: <foreign xml:lang="grc">ὁμοῦ</foreign>.</note> τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων <milestone n="296b" unit="stephpage" xml:id="stephpage-296b"/> <q>ὁ παρὰ δρυῒ σκότος</q> διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.</p></div><div n="21" subtype="section" type="textpart"><p rend="indent"><q>τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;</q></p><p rend="indent">Τυρρηνοὺς φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτʼ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας· ἐκ δʼ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ἀναγκασθέντας</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἀναγκασθέντες</foreign>.</note> ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, <milestone n="296c" unit="stephpage" xml:id="stephpage-296c"/>Πόλλιν ἡγεμόνα καὶ Δελφὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">Πόλλιν ἡγεμόνα καὶ Δελφὸν</foreign> Wyttenbach, as attested elsewhere, <foreign xml:lang="lat">cf.</foreign> 247 d: <foreign xml:lang="grc">πόλιν ἡγεμόνα τὸν ἀδελφὸν</foreign>.</note> ἔχοντας. ἐκεῖ δὲ <pb xml:id="v.4.p.202"/> πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· ὀνομασθῆναι δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δὲ <q>κατακαύτας.</q> </p><p rend="indent">εἶτα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng">The sentence <foreign xml:lang="grc">εἶτα... Δελφόν</foreign> follows <foreign xml:lang="grc">διαμένοιεν</foreign> in the mss. Transposed by Halliday.</note> κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">Δελφὸν</foreign> Wyttenbach, as attested elsewhere, <foreign xml:lang="lat">cf.</foreign> 247 d: <foreign xml:lang="grc">ἀδελφὸν</foreign>.</note> καὶ <milestone n="296d" unit="stephpage" xml:id="stephpage-296d"/> πολιτεύεσθαι μὲν αὐτοὺς καθʼ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδʼ ἀφαιρεῖσθαι.</p></div><div n="22" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;</q></p><p rend="indent">Κόθος καὶ Αἶκλος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">Αἶκλος</foreign> Xylander: <foreign xml:lang="grc">ἄρκλος</foreign>.</note> οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν ἐν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς οὖν μετʼ ὀλίγων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ὀλίγων</foreign> Meziriacus: <foreign xml:lang="grc">ὀλίγον</foreign>.</note> ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλατταν· <milestone n="296e" unit="stephpage" xml:id="stephpage-296e"/> συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε <pb xml:id="v.4.p.204"/> παίγνια πολλὰ τῶν ξενικῶν. ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι χαμᾶθεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">χαμᾶθεν</foreign> Pierson: <foreign xml:lang="grc">χαμαῖθεν</foreign>.</note> ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν. οἱ δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς παῖδας. ἐτάφησαν δὲ παρὰ τὴν ὁδὸν ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος <q>τάφος παίδων καλεῖται.</q> </p></div><div n="23" subtype="section" type="textpart"><p rend="indent"><q>τίς ὁ μιξαρχαγέτας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">μιξαρχαγέτας</foreign> (-<foreign xml:lang="grc">ν</foreign>) Xylander: <foreign xml:lang="grc">μιξαρχαγεύτας</foreign> (-<foreign xml:lang="grc">ν</foreign>).</note> ἐν Ἄργει καὶ τίνες <milestone n="296f" unit="stephpage" xml:id="stephpage-296f"/> οἱ ἐλάσιοι;</q></p><p rend="indent"><q>μιξαρχαγέταν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">μιξαρχαγέτας</foreign> (-<foreign xml:lang="grc">ν</foreign>) Xylander: <foreign xml:lang="grc">μιξαρχαγεύτας</foreign> (-<foreign xml:lang="grc">ν</foreign>).</note> </q> τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας <q>ἐλασίους</q> μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.</p></div></div></body></text></TEI>