τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα; Νῖσος, ἀφʼ οὗ προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ἁβρώτην Crönert: Ἀβρώτην . Ὀγχήστου θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. ἀποθανούσης δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι καταστῆναι ] καταστῆσαι H. Richards and some mss. βουλόμενος ἐκέλευε ἐκέλευε ] ἐκέλευσε Bernardakis. τὰς ἀστὰς τὰς ἀστὰς Bryan: τὰ ὀστᾶ ( Μεγαρίδας in two mss. can be defended). φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν ἀφάβρωμα διʼ ἐκείνην ὠνόμασε. δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε. τίς ὁ δορίξενος δορίξενος ] δορύξενος in nearly all mss. ; τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι. Τριποδίσκιοι van Herwerden: τριποδισκαῖοι or τριποδισκοῦνοι . τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, ὅμως διʼ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. τούς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δʼ ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον ἀφέντες, πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ τραπέζης ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου δορίξενος δορίξενος ] δορύξενος in nearly all mss. προσαγορευόμενος· ὁ δʼ ἀποστερήσας οὐ μόνον παρὰ τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει. τίς ἡ παλιντοκία; Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν εἶτα πολλὴν κατὰ Πλάτωνα καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, διαφθαρέντες παντάπασι τὰ τά ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ ὕβρεως ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, παλιντοκίαν τὸ γινόμενον προσαγορεύσαντες. τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις ʼ ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος; Τὴν Καλαύρειαν Καλαύρειαν the approved form, Bernardakis: Καλαυριὰν . Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθον Ἄνθον as below: Ἄνθην . (The genders are confused in the mss. Ἄνθος is presumably masc. and Ὑπέρα fem. but cf. Athenaeus, 31 c.) καὶ Ὑπέραν Ὑπέρα , etc., F.C.B.: Ὑπέρη , etc. αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί, πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον γʼ ἄτρυγου Wechel: ὅτι κἂν τρύγα . οἶνον ἔπινες. ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ σε Μνασιγείτων φησὶν Ὑπέρας Ὑπέρα , etc., F.C.B.: Ὑπέρη , etc. ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν Ὑπέρα , etc., F.C.B.: Ὑπέρη , etc. κατὰ ζήτησιν αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον Ἄκαστον Bryan: ἄκαστον ἢ ἄδραστον . ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις. τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ σκότος; Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν· ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ ὠμοῦ Madvig: ὁμοῦ . τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων ὁ παρὰ δρυῒ σκότος διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.