<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="76" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες εὐγενείᾳ φοροῦσιν;</q> πότερον, ὡς Κάστωρ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κάστωρ</foreign>] vid. p. 266 e</note> φησί, σύμβολόν ἐστι τοῦτο τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας <milestone n="10" unit="tlnum"/> ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπομιμνήσκει</foreign> *: <foreign xml:lang="grc">ὑπομιμνήσκειν</foreign> </note> τῆς ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς <milestone n="15" unit="tlnum"/> παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς <milestone n="282b" unit="stephpage" xml:id="stephpage-282b"/> <quote rend="blockquote"><l> ἐξ ἀδήλου <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ἀδήλου</foreign>] Nauck. p. 253</note> πρῶτον ἔρχεται νέα </l><l> πρόσωπα καλλύνουσα καὶ πληρουμένη, </l><l> χὤταν περ αὑτῆς εὐπρεπεστάτη <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐπρεπεστάτη</foreign> p. 517 d: <foreign xml:lang="grc">εὐγενεστάτη</foreign> </note> φανῇ, </l><l> πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται; <milestone n="20" unit="tlnum"/> </l></quote> ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν <quote rend="blockquote"> ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο </quote> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Mullach. 1 p. 129</note> κατὰ τὸν Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν <milestone n="25" unit="tlnum"/> ἀγαπᾶν χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ ἐκείνου δυνάμεως καὶ τιμῆς ἀπολαύοντας; <pb xml:id="v.2.p.297"/> </p></div><div n="77" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς νομίζουσι, τοὺς δὲ μῆνας τῆς Ἥρας;</q> ἦ ὅτι τῶν μὲν <milestone n="282c" unit="stephpage" xml:id="stephpage-282c"/> ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ <milestone n="5" unit="tlnum"/> μὲν ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀνομάζουσι</foreign> Duebnerus: <foreign xml:lang="grc">ἐπονομάζουσι</foreign> </note> τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος <milestone n="10" unit="tlnum"/> τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης· καὶ Λουκῖναν Ἥραν καλοῦσιν οἷον φωτεινὴν ἢ φωτίζουσαν· καὶ νομίζουσιν ἐπὶ ταῖς λοχείαις καὶ ὠδῖσι βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, <q>διὰ κυάνεον <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διὰ κυάνεον</foreign>] Bergk. 3 p. 620</note> πόλον ἄστρων <milestone n="282d" unit="stephpage" xml:id="stephpage-282d"/> διὰ τʼ ὠκυτόκοιο σελάνας·</q> εὐτοκεῖν γὰρ ἐν ταῖς <milestone n="15" unit="tlnum"/> πανσελήνοις μάλιστα δοκοῦσι. </p></div><div n="78" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος;</q> πότερον οὐκ ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος (τὸ γὰρ ἀριστερὸν <q>σίνιστρον</q> ὀνομάζουσι, τὸ δʼ ἀφεῖναι <q>σίνερε</q> καὶ <milestone n="20" unit="tlnum"/> <q>σίνε</q> λέγουσιν, ὅταν ἀφεῖναι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφεῖναι - ἀφεῖναι</foreign>] <foreign xml:lang="grc">ἐφεῖναι - ἐφεῖναι</foreign> X</note> παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ πολλοὶ καὶ ὀνομάζουσιν)· ἢ καθάπερ Διονύσιός <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διονύσιος</foreign>] Halic. Ant. Rom. II 5</note> φησιν, Ἀσκανίῳ τῷ Αἰνείου παραταττομένῳ πρὸς Μεζέντιον ἀστραπῆς <milestone n="25" unit="tlnum"/> <milestone n="282e" unit="stephpage" xml:id="stephpage-282e"/> ἐν ἀριστερᾷ νικηφόρου γενομένης οἰωνισάμενοι, καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς <pb xml:id="v.2.p.298"/> ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν ἀποδιδόντες. <milestone n="5" unit="tlnum"/> ἢ μᾶλλον, ὡς Ἰόβας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰόβας</foreign>] Mueller. 3 p. 471</note> φησί, τοῖς πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. ὅρα δὲ μὴ φύσει τοῖς εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προϊστάμενοι</foreign> Abreschius: <foreign xml:lang="grc">παριστάμενοι</foreign> </note> τῶν οἰωνῶν οἷον <milestone n="10" unit="tlnum"/> ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς τῆς δυνάμεως <milestone n="282f" unit="stephpage" xml:id="stephpage-282f"/> ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ τῶν δεξιῶν προπέμπειν; </p></div><div n="79" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος <milestone n="15" unit="tlnum"/> καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πύρρων</foreign>] Mueller. 4 p. 479</note> ὁ Λιπαραῖος ἱστόρηκεν;</q> ἦ τιμῆς ἕνεκα τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν <milestone n="20" unit="tlnum"/> <milestone n="283a" unit="stephpage" xml:id="stephpage-283a"/> ἐνθάπτεσθαι τῇ ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καί φασι τούτων ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καομένην, εἶτʼ εὐθὺς αἴρεσθαι, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον ἐκβεβαιουμένων. <milestone n="25" unit="tlnum"/> </p></div><div n="80" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;</q> ἦ καὶ <pb xml:id="v.2.p.299"/> τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κλισίας τὸν</foreign> Cobetus: <foreign xml:lang="grc">καὶ σίαστον</foreign> </note> τὸν ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλʼ</foreign>] <foreign xml:lang="grc">ἀλλ’ ἢ</foreign>?</note> ἐκείνοις. <milestone n="5" unit="tlnum"/> </p></div></div></body></text></TEI>