<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="71" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα χόρτον τῷ κέρατι <milestone n="10" unit="tlnum"/> προσδέουσιν;</q> ἦ διὰ κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck p. 249</note> πεποίηκε <quote rend="blockquote"><l> σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, </l><l> γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης.</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πλήρης</foreign>] add. <foreign xml:lang="grc">ἀεί</foreign> Cobetus</note></quote> <milestone n="15" unit="tlnum"/> διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν <milestone n="281a" unit="stephpage" xml:id="stephpage-281a"/> τῇ πολιτείᾳ σπαράττοντες ὡς ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ <milestone n="20" unit="tlnum"/> αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε. </p></div><div n="72" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ τὸ πῶμα μὴ ἐπικεῖσθαι;</q> ἦ καθάπερ οἱ Πυθαγορικοὶ <milestone n="25" unit="tlnum"/> μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες <q>ἐπὶ χοίνικος καθῆσθαι</q> καὶ <q>πῦρ μαχαίρᾳ μὴ σκαλεύειν</q> οὕτως οἱ παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ <pb xml:id="v.2.p.294"/> <milestone n="281b" unit="stephpage" xml:id="stephpage-281b"/> μάλιστα πρὸς τοὺς ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς <milestone n="5" unit="tlnum"/> εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποπνεόμενον</foreign>] <foreign xml:lang="grc">ἐπιπνεόμενον</foreign> Madvigius</note> πνευμάτων δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων ὄντων, ἀλλὰ νηνεμίας <milestone n="10" unit="tlnum"/> καὶ καταστάσεως, ἐπὶ ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν ἀνεῳγμένοις χρῆσθαι. <milestone n="281c" unit="stephpage" xml:id="stephpage-281c"/> </p></div><div n="73" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν καθέζεσθαι;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθέζεσθαι</foreign> W: <foreign xml:lang="grc">καθίζεσθαι</foreign> </note> πότερον καὶ <milestone n="15" unit="tlnum"/> τοῦτο σύμβολόν ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήθʼ ἱερείῳ χρήσαιτʼ ἄν τις ἕλκος ἔχοντι πρὸς θυσίαν <milestone n="20" unit="tlnum"/> μήτʼ ὄρνισι πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσίς <milestone n="281d" unit="stephpage" xml:id="stephpage-281d"/> τις εἶναι καὶ μιασμὸς τοῦ σώματος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="74" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς ἣν <q>βρέβεμ</q> καλοῦσι;</q> πότερον ὅτι μικρὸς ὢν ἐν καὶ ταπεινὰ πράττων <pb xml:id="v.2.p.295"/> καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης <milestone n="5" unit="tlnum"/> ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν ἁπάσαις; <milestone n="281e" unit="stephpage" xml:id="stephpage-281e"/> οὐ γὰρ μόνον Τύχης εὐέλπιδος καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ ἐπιστρεφομένης, ἄλλο <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλο</foreign> Duebnerus: <foreign xml:lang="grc">ἄλλο δ’ εὐέλπιδος ἄλλο</foreign> </note> παρθένου· καὶ τί ἄν τις <milestone n="10" unit="tlnum"/> ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰξευτηρίας</foreign>] <foreign xml:lang="grc">ἰξευτρίας</foreign> S</note> ἱερόν ἐστιν, ἣν βισκᾶταν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βισκᾶταν</foreign>] <foreign xml:lang="grc">βισκατρίκεμ</foreign> M</note> ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν <milestone n="281f" unit="stephpage" xml:id="stephpage-281f"/> ἀεὶ τῆς τύχης μέγα δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι <milestone n="15" unit="tlnum"/> μικρὸν ἢ μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων. </p></div><div n="75" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν <milestone n="20" unit="tlnum"/> ὑφʼ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑφʼ</foreign>] <foreign xml:lang="grc">ἐφʼ</foreign> Abreschius</note> ἑαυτοῦ περιεώρων μαραινόμενον;</q> πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ <milestone n="25" unit="tlnum"/> τροφῆς δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ φονευόμενον. ἢ διδάσκει τὸ <pb xml:id="v.2.p.296"/> ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; <milestone n="5" unit="tlnum"/> <milestone n="282a" unit="stephpage" xml:id="stephpage-282a"/> </p></div></div></body></text></TEI>