<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="66" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος <milestone n="25" unit="tlnum"/> <milestone n="280a" unit="stephpage" xml:id="stephpage-280a"/> καλεῖται;</q> ἦ ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, <pb xml:id="v.2.p.291"/> κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν προσηγόρευσαν; </p></div><div n="67" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί <q>λικτώρεις</q> τοὺς ῥαβδούχους ὀνομάζουσι;</q> πότερον ὅτι καὶ συνέδεον τοὺς ἀκολασταίνοντας <milestone n="5" unit="tlnum"/> οὗτοι καὶ τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες (τὸ δὲ δεσμεύειν <q>ἀλλιγᾶρε</q> λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες ἐν τῷ διαλέγεσθαι <q>λιγᾶρε</q>)· ἢ νῦν μὲν παρέγκειται τὸ <term>κ</term>, πρότερον δὲ <q>λιτώρεις</q> ἐκαλοῦντο, <milestone n="10" unit="tlnum"/> λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ <milestone n="280b" unit="stephpage" xml:id="stephpage-280b"/> λῇτον ἄχρι νῦν τὸ δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος εἰπεῖν λέληθε. </p></div><div n="68" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι (Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς Λουπερκαλίοις γυμνοὶ διαθέοντες <milestone n="15" unit="tlnum"/> ἐν περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;</q> πότερον ὅτι καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα (καὶ γὰρ τὸν μῆνα <q>Φεβρουάριον</q> καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην <q>φεβράτην,</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράτιν</foreign> mei codd.</note> καὶ <q>φεβράριν</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεβράσιν</foreign>] <foreign xml:lang="grc">φεβρουάρε</foreign> Pantazides</note> τὸ τῶν σκυτῶν ἤθει <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν σκυτῶν ἤθει</foreign>] <foreign xml:lang="grc">τῶν συνήθων σκύτει</foreign>?</note> καθικνεῖσθαι, <milestone n="20" unit="tlnum"/> τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταί <milestone n="280c" unit="stephpage" xml:id="stephpage-280c"/> γε μέχρι νῦν ἔνιοι σφαγίῳ πρὸς τοὺς καθαρμούς· καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ <milestone n="25" unit="tlnum"/> δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ καλοῦντες)· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ δὲ κύων <pb xml:id="v.2.p.292"/> πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς διὰ τὰ <milestone n="5" unit="tlnum"/> αἰπόλια; </p></div><div n="69" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι <milestone n="280d" unit="stephpage" xml:id="stephpage-280d"/> (τὸ δὲ σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν <milestone n="10" unit="tlnum"/> ἕβδομον λόφον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι);</q> πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν· ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς Διόνυσόν ἐστιν· ἔργου δὲ μεγάλου τοῦ <milestone n="15" unit="tlnum"/> πρὸς τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν <milestone n="20" unit="tlnum"/> <milestone n="280e" unit="stephpage" xml:id="stephpage-280e"/> ἀεὶ καὶ τιμᾶν ἑορτὴν τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν; <milestone n="25" unit="tlnum"/> </p></div><div n="70" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς ἀπεγνωσμένους <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπεγνωσμένους</foreign>] <foreign xml:lang="grc">κατεγνωσμένους</foreign> W</note> ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν ἄλλοις ἁμαρτήμασι <q>φουρκίφερας</q> καλοῦσιν;</q> ἦ καὶ τοῦτο τῆς τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου καταγνοὺς <pb xml:id="v.2.p.293"/> τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως <milestone n="280f" unit="stephpage" xml:id="stephpage-280f"/> ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ λοιπόν· <milestone n="5" unit="tlnum"/> τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγα, Ῥωμαῖοι δὲ <q>φοῦρκαν</q> ὀνομάζουσι· διὸ καὶ <q>φουρκίφερ</q> ὁ τοῦτο περιενεγκὼν καλεῖται. </p></div></div></body></text></TEI>