διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν· ταύτην δὲ τὴν ἀπόρρησιν ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι κακῶς διὰ τὸ ἐξειπεῖν; πότερον, ὡς τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων καὶ μετῳκηκέναι πρὸς αὐτοὺς ἐφοβοῦντο ταὐτὸ ταὐτὸ * hic et infra: τὸ αὐτὸ παθεῖν ὑφʼ ἑτέρων· ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι θεοῦ καὶ βεβαιοτάτην φρουράν· ἢ καθάπερ Ὁμήρῳ Ὁμήρῳ ] O 193 πεποίηται τὸ γαῖα δʼ ἔτι ἔτι Homerus: ἐστὶ ξυνὴ πάντων ὅπως οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς ἔχοντας, οὕτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν τοὺς θεοὺς τιμᾶσθαι; διὰ τί τῶν λεγομένων Φιτιαλέων, Φιτιαλέων *: φιδιαλίων Ἑλληνιστὶ δʼ οἷον εἰρηνοποιῶν σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτος ἐνομίζετο μέγιστος (ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσίν ἔχει δὲ καὶ νῦν προνομίαν τινὰ καὶ πίστιν· οἱ γὰρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς δεόμενα καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενται); πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας αὐτοῖς καὶ τὸ φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ πεπερατωμένον, ὡς τελειοτέρου τῶν ἄλλων ὄντος ᾧ συμβέβηκε πατέρα κεκτημένῳ πατρὶ γενέσθαι. ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης προϊστάμενον ἅμα πρόσω καὶ ὀπίσω πρόσσω καὶ ὀπίσσω Homerus A 343. ω 451 καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ ἂν μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ βουλεύεται. διὰ τί τῷ καλουμένῳ ῥῆγι σακρώρουμ (οὗτος δʼ ἐστὶ βασιλεὺς ἱερῶν) ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν; ἦ τὸ παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς θυσίας ἔθυον αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ δʼ οὐκ ἐμετρίαζον ἀλλʼ ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ παντάπασι τοὺς βασιλεῖς ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, οὔτε ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι βασιλεύεσθαι W: βουλεύεσθαι δοκῶσι καὶ βασιλείαν διὰ τοὺς θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ Κομιτίῳ Κομιτίῳ *: κομητίῳ πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ ἀγορᾶς διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς ἐπόντος; πότερον αἰνιττόμενοι τὸ δεῖν ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολιπεῖν ὑπολείπειν ? καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν οὐδέποτε δεῖν δεῖ ? κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ τράπεζα; διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει μετὰ φωτὸς ὁ ἀνὴρ ἀλλὰ διὰ σκότους; πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν νομίζων, ἢ καὶ πρὸς ἰδίαν προσιέναι μετʼ αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ δυσχερὲς γένηται μηδʼ ἀχάριστον· οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ τοῖς νομίμοις νομίμοις X: νόμοις αἰσχύνης τινὸς προσούσης;