<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="41" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸ παλαιὸν νόμισμα πῆ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῆ δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην;</q> πότερον ὡς οἱ πολλοὶ λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν, ἢ τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν <milestone n="15" unit="tlnum"/> (καὶ γὰρ Ἰανὸς καὶ Εὔανδρος καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν), ἐκεῖνο δʼ ἄν τις μᾶλλον εἰκάσειεν, ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δʼ ἀναγκαῖα· καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, <milestone n="274f" unit="stephpage" xml:id="stephpage-274f"/> τῶν δʼ ἀναγκαίων ἡ εὐπορία; ἐπεὶ τοίνυν <milestone n="20" unit="tlnum"/> εὐκοσμίαν μὲν Ἰανὸς κατέστησεν αὐτοῖς ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει τῶν ἀναγκαίων ὁ ποταμὸς πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δʼ ἀπὸ τῆς χώρας κατακομίζων, σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται <milestone n="25" unit="tlnum"/> διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ πορθμεῖον. ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν ἀπὸ τούτων ἔχοντες διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς παλαιοῖς, <pb xml:id="v.2.p.278"/> <milestone n="275a" unit="stephpage" xml:id="stephpage-275a"/>Συέλλιοι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Συέλλιοι</foreign>] <foreign xml:lang="grc">Συίλλιοι</foreign>? cf. Vit. Popl. c 11</note> καὶ Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φενεστέλλας</foreign> *: <foreign xml:lang="grc">φαινεστέλλας</foreign> </note> εἴρηκεν. </p></div><div n="42" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμιείῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταμιείῳ</foreign> * hic et infra: <foreign xml:lang="grc">ταμείῳ</foreign> </note> τῶν δημοσίων χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ <milestone n="5" unit="tlnum"/> τῶν συμβολαίων;</q> πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν καὶ δικαιοσύνην· ἢ ὅτι καρπῶν ἀρετῆς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀρετῆς</foreign>] <foreign xml:lang="grc">ἁγέτης</foreign> Abreschius</note> ἢ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν <milestone n="10" unit="tlnum"/>Ἀντίμαχος Ἡσιόδῳ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ησιόδῳ</foreign> Theog. 160</note> πειθόμενος <quote rend="blockquote"><l> λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λέχρις</foreign> X: <foreign xml:lang="grc">λέχριε</foreign>. cf, Kinkel. Fragm. p. 287</note><l>οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο. </l></quote> καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος· <milestone n="275b" unit="stephpage" xml:id="stephpage-275b"/> διὸ τὸν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸν</foreign>] <foreign xml:lang="grc">τοῦτον</foreign>?</note> αἴτιον καὶ φύλακα ποιοῦνται τῆς <milestone n="15" unit="tlnum"/> εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν ἀρχὴν παρέσχεν. ἢ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον <milestone n="20" unit="tlnum"/> ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον εἶναι τὸν τόπον; </p></div><div n="43" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δʼ οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου ναὸν βαδίζοντες ἀπογράφονται <milestone n="25" unit="tlnum"/> <milestone n="275c" unit="stephpage" xml:id="stephpage-275c"/> πρὸς τοὺς ἐπάρχους τοῦ ταμιείου;</q> πότερον <pb xml:id="v.2.p.279"/> ὡς ξένου τοῦ Κρόνου γενομένου καὶ διὰ τοῦτο τοῖς ξένοις χαίροντος, ἢ καὶ τοῦτο λύεται τῇ ἱστορίᾳ; τὸ γὰρ παλαιὸν ὡς ἔοικεν οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν ἔπεμπον (ἐκαλεῖτο δὲ <q>λαύτια</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαύτια</foreign> Abreschius: <foreign xml:lang="grc">λαύτεια</foreign> </note> τὰ πεμπόμενα), <milestone n="5" unit="tlnum"/> καὶ νοσούντων ἐπεμέλοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου νῦν δʼ ὑπὸ πλήθους τῶν ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης, μένει δʼ ἔτι τὸ τοῖς ἐπάρχοις τοῦ ταμιείου προεντυγχάνειν διὰ τῆς ἀπογραφῆς. <milestone n="10" unit="tlnum"/> </p></div><div n="44" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι;</q> πότερον ὅτι βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δʼ ἀβασάνιστον εἶναι καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως· ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι <milestone n="275d" unit="stephpage" xml:id="stephpage-275d"/> τὸν τὰ θεῖα καὶ μέγιστα πεπιστευμένον οὐκ εἰκὸς <milestone n="15" unit="tlnum"/> ἐστιν; ἢ ὅτι πᾶς ὅρκος εἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας, κατάρα δὲ δύσφημον καὶ σκυθρωπόν; ὅθεν οὐδʼ ἄλλοις ἐπαρᾶσθαι νομίζεται τοὺς ἱερεῖς. ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος· ἔφη γὰρ <milestone n="20" unit="tlnum"/> εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς πόλεως; </p></div><div n="45" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῶν Οὐενεραλίων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Οὐνεραλίων</foreign>] <foreign xml:lang="grc">Οὐιναλίων</foreign> Ursinus</note> τῇ ἑορτῇ πολὺν <milestone n="275e" unit="stephpage" xml:id="stephpage-275e"/> οἶνον ἐκχέουσιν ἐκ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης;</q> πότερον, <milestone n="25" unit="tlnum"/> ὡς οἱ πλεῖστοι λέγουσι, Μεζέντιος ὁ Τυρρηνῶν στρατηγὸς ἔπεμψε πρὸς Αἰνείαν σπενδόμενος ἐπὶ τῷ λαβεῖν τὸν ἐπέτειον οἶνον· ἀρνησαμένου δʼ <pb xml:id="v.2.p.280"/> ἐκείνου, τοῖς Τυρρηνοῖς <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τυρρηνοῖς</foreign>] add. <foreign xml:lang="grc">Τύρνος</foreign> Urlichsius</note> ὑπέσχετο κρατήσας μάχῃ δώσειν τὸν οἶνον· Αἰνείας δὲ τὴν ὑπόσχεσιν αὐτοῦ πυθόμενος τοῖς θεοῖς τὸν οἶνον καθιέρωσε, καὶ μετὰ τὸ νικῆσαι συναγαγὼν τὸ καρπευθὲν ἐξέχεε πρὸ τοῦ <milestone n="5" unit="tlnum"/> ἱεροῦ τῆς Ἀφροδίτης· ἢ καὶ τοῦτο σύμβολόν ἐστι τοῦ χρῆναι νήφοντας ἑορτάζειν ἀλλὰ μὴ μεθύοντας, ὡς τῶν θεῶν μᾶλλον τοῖς ἐκχέουσι χαιρόντων τὸν πολὺν ἄκρατον ἢ τοῖς πίνουσι;  <milestone n="275f" unit="stephpage" xml:id="stephpage-275f"/> </p></div></div></body></text></TEI>