διὰ τί πύλην μίαν θυρίδα καλοῦσι τὴν γὰρ φαινέστραν τοῦτο σημαίνειν, καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;ʼ πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς αὐτόν ἢ τοῦτο μὲν μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ γυνὴ Τανακυλλὶς; ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος - προκύψασα τοῖς πολίταις ἐνέτυχε καὶ συνέπεισεν ἀποδεῖξαι βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν; διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν προσκυνεῖν ] προσκαινοῦν vel προσκονιᾶν W. Sanum vid. μήτʼ ἐπισκευάζειν;ʼ πότερον ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν , ἢ μᾶλλον ὅτι τοῦ χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; φιλαπέχθῆμον *: φιλαπεχθῆμον οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσι. διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα· δοκῶν φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν Σεξτίλιον μῆνα τὸν νῦν Αὔγουστον προσαγορευόμενον;ʼ πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ ἀρχομένης; πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς δʼ ἀποκλίτους ὡς ἀχρηματίστους φυλαττόμεθα· παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ ἑσπέραν τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην ἀποκλίνοντος ἢδη καὶ φθίνοντος νομίζειν· νομίζειν ] add. δεῖ M ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες. διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι;ʼ καὶ τοῦτο Κάτων Κάτων ] cf. Cic. de Off. I 11 ὁ πρεσβύτης ἐν ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη τῆς στρατείας ἀποπληρώσας τὸν χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο ποιῶν ἀνδροφόνος ἐστὶ διὸ καὶ Χρυσάνταν Χρυσάνταν ] Xen. Cyrop. IV 1, 3 ἐπῄνεσεν ὁ Κῦρος, ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος ἢ δεῖ τὸν συνιστάμενον πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ, μὴ ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων ὁ ὁ αἰτησάμενος τὸ πράττειν τὰ τῶν στρατευομένων πάλιν ἑαυτὸν ὑπεύθυνον τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν. διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν ὑπαίθρῳ ἀλείφεσθαι πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ ὅσιον ἦν οὐδὲ καλόν, οὐδὲ συνελούοντο τὸ παλαιὸν ἀλλήλοις πατὴρ δʼ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστὰ πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον· ἤ, καθάπερ ἐν ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον ἀέρα καὶ τὸν ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς οἰκίαις πρὸς τὸ θεῖον. ἢ ἢ M τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρʼ ἡμῖν τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ μὴ idem σιδηροφορεῖν μηδὲ τοῖς Φωκέων ὅροις ἐμβαίνειν ἴδια λειτουργήματα τοῦ ἄρχοντός ἐστι τὸ δʼ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδʼ ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. τὸν αὐτὸν οὖν τρόπον ὡς ἔοικε καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως; ἴδιόν ἐστι τὸ μήθʼ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν μήτʼ ἀποτίθεσθαι τὸν πῖλον, ἀφʼ οὗ καὶ φλᾶμεν κέκληται. πολλὰ δʼ ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. τὸ γὰρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι καὶ μαλακίας, ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας, πολὺν ἄλυν καὶ σχολὴν ἐντικτούσας ταῖς πόλεσι καὶ κακοσχολίαν καὶ τὸ παιδεραστεῖν καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφʼ ὧν ἔλαθον ἐκρυέντες τῶν ὅπλων καὶ ἀγαπήσαντες ἀνθʼ ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ λέγεσθαι. ταῦτα γοῦν ἔργον ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατʼ οἰκίαν ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι.