<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;</q> πότερον ὅτι τὴν ἐγκάλυψιν <milestone n="20" unit="tlnum"/>Αἰνείας παρέδωκεν, ἡ δὲ τοῦ Κρόνου θυσία παμπάλαιός ἐστιν· ἢ ὅτι τοῖς οὐρανίοις ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ ὅτι τῆς ἀληθείας οὐδὲν ἐπίκρυφον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι; <milestone n="25" unit="tlnum"/> </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;</q> πότερον, ὥσπερ ἔνιοι τῶν φιλοσόφων, <milestone n="266f" unit="stephpage" xml:id="stephpage-266f"/> χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου <pb xml:id="v.2.p.258"/> βίον, εἰ δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας; </p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ (τὸν δὲ Ὁνῶρεμ δόξαν ἂν <milestone n="5" unit="tlnum"/> τις ἢ τιμὴν μεθερμηνεύσειε);</q> πότερον διότι <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διότι</foreign> W: <foreign xml:lang="grc">δὲ ὅτι</foreign> </note> λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, διʼ ἣν <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δι’ ἣν</foreign>] malim <foreign xml:lang="grc">ἢ δι’ ἣν</foreign></note> <milestone n="267a" unit="stephpage" xml:id="stephpage-267a"/> αἰτίαν τοῖς ἀγαθοῖς καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς τιμῆς θεὸν οὕτω προσκυνοῦσι; <milestone n="10" unit="tlnum"/> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, αἱ δὲ θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς κόμαις λελυμέναις;</q> πότερον ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν ὑπὸ τῶν ἀρρένων</foreign>] del. Madvigius</note> δεῖ τοὺς πατέρας ὡς θεοὺς πενθεῖσθαι δʼ ὑπὸ τῶν θυγατέρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπὸ τῶν θυγατέρων</foreign>] del. idem</note> ὡς <milestone n="15" unit="tlnum"/> τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων ἐποίησε τὸ ἁρμόττον· ἢ πένθους, μὲν οἰκεῖον τὸ μὴ σύνηθες, συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς δʼ ἀνδράσιν ἀκαλύπτοις <milestone n="267b" unit="stephpage" xml:id="stephpage-267b"/> εἰς τὸ δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν <milestone n="20" unit="tlnum"/> ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθές ἐστιν. ἢ τοὺς μὲν υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη (καὶ γὰρ ἐπὶ τῶν τάφων ὥς φησι Βάρρων <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βάρρων</foreign>] cf. De Ling. Lat. V 23</note> περιστρέφονται, <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιστρέφονται</foreign>] <foreign xml:lang="grc">περιστέφονται</foreign> male W. cf. Vit. Num. c. 14</note> <milestone n="25" unit="tlnum"/> καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον <pb xml:id="v.2.p.259"/> ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι)· ταῖς δὲ γυναιξὶν οὐδʼ ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν; ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν ἐξέβαλε <milestone n="267c" unit="stephpage" xml:id="stephpage-267c"/> γυναῖκα Σπόριος Καρβίλιος ἐπʼ ἀτεκνίᾳ, δεύτερος <milestone n="5" unit="tlnum"/> δὲ Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος δὲ Πόπλιος Σεμπρώνιος ἀγῶνα θεωρήσασαν ἐπιτάφιον. </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες οὐδὲν ἔθυον αὐτῷ ζῷον;</q><milestone n="10" unit="tlnum"/> ἦ <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦ</foreign> Duebnerus hic et infra: <foreign xml:lang="grc">ἢ</foreign> </note> Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται· Νομᾶς δὲ Πομπίλιος, ἀνὴρ δίκαιος καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν τε χώραν <milestone n="15" unit="tlnum"/> ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν; <milestone n="267d" unit="stephpage" xml:id="stephpage-267d"/> </p></div></div></body></text></TEI>