<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc4" type="edition" xml:lang="grc"><div n="108" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;</q> πότερον αὔξειν τοῖς γάμοις βουλόμενοι τὰς οἰκειότητας <milestone n="20" unit="tlnum"/> καὶ συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες <milestone n="289e" unit="stephpage" xml:id="stephpage-289e"/> ἑτέροις καὶ λαμβάνοντες παρʼ ἑτέρων γυναῖκας· ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς καὶ τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες διʼ ἀσθένειαν <milestone n="25" unit="tlnum"/> δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς βοηθῶσιν; </p></div><div n="109" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν ἀλεύρου θιγεῖν, οὐδὲ <pb xml:id="v.2.p.316"/> ζύμης;</q> ἦ τὸ μὲν ἄλευρον ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς οὔθʼ ὃ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου <milestone n="5" unit="tlnum"/> <milestone n="289f" unit="stephpage" xml:id="stephpage-289f"/> χρείαν οὐκ ἔσχηκε. διὸ καὶ <q>μυλήφατον</q> <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μυλήφατον</foreign>] Hom. <foreign xml:lang="grc">β</foreign> 355</note> ὁ ποιητής <q>ἄλφιτον</q> ἐκ μεταφορᾶς ὠνόμασεν ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον· ἡ δὲ ζύμη καὶ γέγονεν ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μιγνυμένη· γίγνεται γὰρ ἄτονον καὶ ἀδρανὲς καὶ <milestone n="10" unit="tlnum"/> ὅλως ἔοικε σῆψις ἡ ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ ἄλευρον. </p></div><div n="110" subtype="section" type="textpart"><p rend="indent"><q>διὰ τί καὶ σαρκὸς ὠμῆς ἀπείρηται τῷ ἱερεῖ ψαύειν;</q> πότερον ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει τὸ ἔθος, ἢ διʼ ἣν τὸ ἄλευρον αἰτίαν <milestone n="15" unit="tlnum"/> <milestone n="290a" unit="stephpage" xml:id="stephpage-290a"/> ἀφοσιοῦνται καὶ τὸ κρέας; οὔτε γάρ ἐστι ζῷον οὔτε ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν. τὸ δὲ πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλʼ εἰδεχθῆ καὶ ἑλκώδη. <milestone n="20" unit="tlnum"/> </p></div></div></body></text></TEI>