<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="96"><p rend="indent"><q>διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας<milestone unit="stephpage" xml:id="stephpage-286f" n="286f"/> ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ζώσας κατορύττουσι;</q></p><p rend="indent">πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον; </p><p rend="indent">ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο <pb xml:id="v.4.p.144"/> καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος εἶτα <milestone unit="stephpage" xml:id="stephpage-287a" n="287a"/> γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.</p></div><div subtype="section" type="textpart" n="97"><p rend="indent"><q>διὰ τί ταῖς Δεκεμβρίαις εἰδοῖς ἱπποδρομίας γενομένης ὁ νικήσας δεξιόσειρος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δεξιόσειρος</foreign> Abresch: <foreign xml:lang="grc">δεξιός ἱερός</foreign></note> Ἄρει θύεται, καὶ τὴν μὲν οὐρὰν ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ῥηγίαν</foreign><title rend="italic">Life of Numa</title>, chap. xiv.: <foreign xml:lang="grc">ῥήγειναν</foreign>.</note> καλουμένην κομίζει καὶ τὸν βωμὸν αἱμάττει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης οἱ δʼ ἀπὸ τῆς Συβούρης <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Συβούρης</foreign> as elsewhere: <foreign xml:lang="grc">σιβούρης</foreign>.</note> καταβάντες διαμάχονται;</q></p><p rend="indent">πότερον, ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες <milestone unit="stephpage" xml:id="stephpage-287b" n="287b"/> <quote rend="blockquote">Τρώων ἀγλαὰ τέκνα μεμιγμένα παισὶ Λατίνων·</quote> </p><p rend="indent">ἢ ὅτι θυμοειδὲς καὶ πολεμικὸν καὶ ἀρήιον ὁ ἵππος ἐστὶ τὰ δὲ προσφιλῆ μάλιστα καὶ πρόσφορα θύουσι τοῖς θεοῖς, ὁ δὲ νικήσας θύεται διὰ τὸ νίκης καὶ κράτους <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κράτους</foreign> Meziriacus and E: <foreign xml:lang="grc">κράτος</foreign>.</note> οἰκεῖον εἶναι τὸν θεόν; </p><p rend="indent">ἢ μᾶλλον ὅτι τοῦ θεοῦ στάσιμον τὸ ἔργον ἐστὶ καὶ νικῶσιν οἱ μένοντες ἐν τάξει τοὺς μὴ μένοντας ἀλλὰ φεύγοντας, καὶ κολάζεται τὸ τάχος ὡς δειλίας ἐφόδιον, καὶ μανθάνουσι συμβολικῶς ὅτι σωτήριον οὐκ ἔστι τοῖς φεύγουσι; </p></div><pb xml:id="v.4.p.146"/><div subtype="section" type="textpart" n="98"><p rend="indent"><q>διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαβόντες οὐδὲν ἄλλο πράττουσι πρότερον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρότερον</foreign> Madvig: <foreign xml:lang="grc">πρῶτον</foreign>.</note> ἢ τὴν τροφὴν ἀπομισθοῦσι <milestone unit="stephpage" xml:id="stephpage-287c" n="287c"/> τῶν ἱερῶν χηνῶν καὶ τὴν γάνωσιν τοῦ ἀγάλματος;</q></p><p rend="indent">πότερον ἀπὸ τῶν εὐτελεστάτων ἀρχόμενοι καὶ μὴ πολλῆς δεομένων δαπάνης μηδὲ πραγματείας; </p><p rend="indent">ἢ παλαιά τις αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς βαρβάρους ὑπερβαίνοντας ἤδη τὸ περιτείχισμα τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν; </p><p rend="indent">ἢ φύλακες ὄντες οἱ τιμηταὶ τῶν μεγίστων, καὶ προσῆκον <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προσῆκον</foreign>] <foreign xml:lang="grc">προσηκόντων</foreign> in all mss. but one (<foreign xml:lang="grc">προσηκόντος</foreign> Meziriacus).</note> ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς ἱερὰ καὶ δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώτατον ζῷον εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας<milestone unit="stephpage" xml:id="stephpage-287d" n="287d"/> μὴ ἀμελεῖν μηδὲ ῥᾳθυμεῖν τῶν ἱερῶν; </p><p rend="indent">ἡ δὲ γάνωσις τοῦ ἀγάλματος ἀναγκαία· ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον.</p></div><div subtype="section" type="textpart" n="99"><p rend="indent"><q>διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες ἕτερον αἱροῦνται, τοῦ δʼ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν <pb xml:id="v.4.p.148"/> ἱερωσύνην; <q>αὔγουρας</q> δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι.</q></p><p rend="indent">πότερον, ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς; </p><p rend="indent">ἢ κατειλημμένον ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν ἀπολῦσαι τῶν ὅρκων οὐ <milestone unit="stephpage" xml:id="stephpage-287e" n="287e"/> θέλουσιν ἰδιώτην γενόμενον; </p><p rend="indent">ἢ τιμῆς οὐκ ἔστιν οὐδʼ ἀρχῆς ἀλλʼ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δʼ οὐ καθιστᾶσιν εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων φυλάττοντες.</p></div><div subtype="section" type="textpart" n="100"><p rend="indent"><q>διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεξτιλίαις δὲ πρότερον λεγομέναις, ἑορτάζουσιν αἵ τε δοῦλαι <milestone unit="stephpage" xml:id="stephpage-287f" n="287f"/> καὶ οἱ δοῦλοι πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθαίρειν</foreign>] <foreign xml:lang="grc">καθαίρεσθαι</foreign> in one ms. (E).</note> ἐπιτηδεύουσιν;</q></p><p rend="indent">ἢ διὰ τὸ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τὸ</foreign> Bernardakis and one ms.: <foreign xml:lang="grc">τὸν</foreign>.</note> Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων προῆλθεν;</p></div></div></body></text></TEI>