<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="91"><p rend="indent"><q>διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον κατοικεῖν;</q></p><p rend="indent">πότερον ὅτι Μᾶρκος Μάλλιος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μάλλιο</foreign>ς Bernardakis, as elsewhere: <foreign xml:lang="grc">μάλιο</foreign>ς.</note> αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διʼ</foreign> added by Meziriacus.</note> ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μαλλίων</foreign> Bernardakis, as elsewhere: <foreign xml:lang="grc">μαλίῳ</foreign>.</note> ὄνομα Μάρκου γενέσθαι. </p><p rend="indent">ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν. </p></div><pb xml:id="v.4.p.138"/><div subtype="section" type="textpart" n="92"><p rend="indent"><q>διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ <milestone unit="stephpage" xml:id="stephpage-286a" n="286a"/> δρύινον διδόασι στέφανον;</q></p><p rend="indent">πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας; </p><p rend="indent">ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; </p><p rend="indent">ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν.</p></div><div subtype="section" type="textpart" n="93"><p rend="indent"><q>διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνισμούς;</q></p><p rend="indent">πότερον ὅτι καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνησαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης; ἢ ὅτι τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν<milestone unit="stephpage" xml:id="stephpage-286b" n="286b"/> ποθεν ἐξαπίνης καταίρουσι· διὸ καὶ σημειώδης ἡ ἄψις αὐτῶν ἐστιν. </p><p rend="indent">ἢ καὶ τοῦτο παρʼ Ἡρακλέους ἔμαθον; εἰ λέγει ἀληθῶς Ἡρόδωρος, ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν σαρκοφάγων ἁπάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδʼ ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα· χρῆται δὲ τοῖς ἄλλως <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλλως</foreign> Wyttenbach: <foreign xml:lang="grc">ἄλλοις</foreign>.</note> ἀποθανοῦσιν. ἔπειτα καὶ τούτων τὰ ὁμόφυλα <pb xml:id="v.4.p.140"/> παρίησι πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ <milestone unit="stephpage" xml:id="stephpage-286c" n="286c"/> διώκουσι καὶ κόπτουσι. καίτοι κατʼ Αἰσχύλον <quote rend="blockquote">ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;</quote> ἀνθρώποις δʼ ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν ἀφανίζων οὔτε φυτὸν οὔτε ζῷον ἥμερον κακουργῶν. εἰ δʼ, ὡς Αἰγύπτιοι μυθολογοῦσι, θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι καταπνέοντα τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ σημεῖα καὶ βέβαια γίγνεσθαι πιθανόν ἐστιν ἀπʼ αὐτῶν. ἐν δὲ τοῖς ἄλλοις αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δʼ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.</p></div><div subtype="section" type="textpart" n="94"><p rend="indent"><q>διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω τῆς πόλεώς ἐστι;</q></p><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-286d" n="286d"/> πότερον ὅτι τὰς ἔξω διατριβὰς ὑγιεινοτέρας ἐνόμιζον εἶναι τῶν ἐν ἄστει; καὶ γὰρ Ἕλληνες ἐν τόποις καὶ καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα τὰ Ἀσκληπιεῖα ἔχουσιν. </p><p rend="indent">ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον ἥκειν νομίζουσιν, Ἐπιδαυρίοις δʼ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖόν ἐστιν; </p><p rend="indent">ἢ ὅτι τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν; </p></div><pb xml:id="v.4.p.142"/><div subtype="section" type="textpart" n="95"><p rend="indent"><q>διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέχεσθαι;</q></p><p rend="indent">πότερον, ὡς οἱ Πυθαγορικοὶ, τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ <milestone unit="stephpage" xml:id="stephpage-286e" n="286e"/> λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης; </p><p rend="indent">ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; </p><p rend="indent">ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίττευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον. </p><p rend="indent">ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;</p></div></div></body></text></TEI>