διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν; ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος οὗτος ] ὁ Ὄρθος Wehl. αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχʼ ὡς ὡς Naber: καὶ . ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα. διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον κατοικεῖν; πότερον ὅτι Μᾶρκος Μάλλιος Μάλλιο ς Bernardakis, as elsewhere: μάλιο ς. αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ διʼ added by Meziriacus. ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων Μαλλίων Bernardakis, as elsewhere: μαλίῳ . ὄνομα Μάρκου γενέσθαι. ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν. διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον διδόασι στέφανον; πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας; ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν.