<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg084a.perseus-grc3" type="edition" xml:lang="grc"><div subtype="section" type="textpart" n="86"><p rend="indent"><q>διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;</q></p><p rend="indent">πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ τοῦ <milestone unit="stephpage" xml:id="stephpage-285a" n="285a"/>Ἰουνίου μηνός, ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν; <pb xml:id="v.4.p.132"/> </p><p rend="indent">ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ τὴν Φλαμινίκαν, <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Φλαμινίκαν</foreign> Xylander: <foreign xml:lang="grc">φλαμινίβαν</foreign>.</note> ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. </p><p rend="indent">ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ μηνὶ τούτῳ τοῖς <milestone unit="stephpage" xml:id="stephpage-285b" n="285b"/> κατοιχομένοις ἐναγίζουσι; καὶ διὰ τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας ἐπώνυμός ἐστιν. </p><p rend="indent">ἤ, καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; γάμῳ δὲ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν <quote rend="blockquote"><l>ἀλλʼ ἦ <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἦ</foreign> Kvičala and F.C.B.: <foreign xml:lang="grc">ἤ</foreign>.</note> τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, </l><l>ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται.</l></quote> οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.</p></div><div subtype="section" type="textpart" n="87"><p rend="indent"><q>διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν;</q></p><p rend="indent">ἆρα σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ <milestone unit="stephpage" xml:id="stephpage-285c" n="285c"/> πολέμου γαμηθῆναι τὰς πρώτας, ἢ μανθάνουσιν ἀνδράσι, συνοικοῦσαι μαχίμοις καὶ πολεμικοῖς ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ Λυκοῦργος ἀπὸ πρίονος καὶ <pb xml:id="v.4.p.134"/> πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν ἐξέβαλε περιεργίαν καὶ πολυτέλειαν. </p><p rend="indent">ἢ τὴν διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου διακριθησομένου; </p><p rend="indent">ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀνῆπτο</foreign> E: <foreign xml:lang="grc">ἀνῆπτον</foreign>.</note>; Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι στηρίζεται τὰ πλεῖστα καὶ Κυρῖτις ἡ θεὸς ἐπωνόμασται, τὸ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-285d" n="285d"/> δόρυ <q>κύριν <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κύριν</foreign> Aldine ed. and Xylander: <foreign xml:lang="grc">κοῦριν</foreign>.</note> </q> ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον ὀνομασθῆναι τὸν Ἐνυάλιον.</p></div><div subtype="section" type="textpart" n="88"><p rend="indent"><q>διὰ τί τὸ τελούμενον εἰς θέας Λοῦκαρ καλοῦσιν;</q></p><p rend="indent">ἢ ὅτι πολλὰ ἔστιν ἄλση <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἄλση</foreign> Xylander: <foreign xml:lang="grc">ἄλλα</foreign>.</note> περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι <q>λούκους,</q> καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας ἀνήλισκον;</p></div><div subtype="section" type="textpart" n="89"><p rend="indent"><q>διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν;</q></p><p rend="indent">ἢ ὅτι τὴν ἡμέραν ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας φησί, τοῖς τὰς αὑτῶν φρατρίας ἀγνοοῦσιν; ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ ἄγνοιαν ἐδόθη τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν; </p></div><div subtype="section" type="textpart" n="90"><pb xml:id="v.4.p.136"/><milestone unit="stephpage" xml:id="stephpage-285e" n="285e"/><p rend="indent"><q>διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν;</q></p><p rend="indent">ἢ θεὸν μὲν ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-285f" n="285f"/> οὗτος <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὗτος</foreign>] <foreign xml:lang="grc">ὁ Ὄρθος</foreign> Wehl.</note> αὐτῷ ἀεὶ πολλὰ πράγματα παρέσχʼ ὡς <note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὡς</foreign> Naber: <foreign xml:lang="grc">καὶ</foreign>.</note> ὁ Κέρβερος καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα.</p></div></div></body></text></TEI>